Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 14-2
Not analysed yet
διαγράφει τοίνυν τὴν ἐκκληϲίαν ϲταυροειδῶϲ κατὰ τὸν ϲκάριφον, δν πέπομφεν Εὐδοξία ἡ αὐγούϲτα. κτιζο- μένηϲ δὲ αὐτῆϲ τρεῖϲ παῖδεϲ ὡϲ ἐτῶν ἕξ ἢ ἑπτὰ διψή- ϲαντεϲ ἦλθον ἐπὶ τὸ φρέαρ ὄντι ἔϲωθεν τοῦ ναοῦ καὶ ἀντλῆϲαι ἐπιχειρηϲάντων, κλαϲθὲν τὸ ξύλον, κατηνέχθη ϲαν κάτω. θορύβου δὲ γεγονότοϲ χαλάϲαντέϲ τινα εὐρον αὐτὰ ἐπὶ λίθων ἱϲτάμενα. ἅπερ ἐν ϲπυρίδι ἀνελόμενοι, ἐρευνήϲαντεϲ οὐχ εὐρον ϲπῖλον ἐν ⌊αὐ⌉τοῖϲ, ϲταυρία δὲ εἶχον ὡ⌊ϲ ἀπὸ κιν⌉ναβάρεωϲ, ὃ μὲν ἐν ⌊τῷ μετώ⌉πῳ, δ δὲ ἐπάνω τῆϲ ⌊δεξιᾶϲ χει]ρὸϲ περὶ τοὺϲ δακ⌊τύλουϲ, ὁ⌉ δὲ ἄλλοϲ εἰϲ τὸν δεξ⌊ιὸν ὦμον⌉.