Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 17.1
Not analysed yet
μετ’ ὀλίγαϲ δὲ ἡμέραϲ γεννῇ ἡ βαϲίλιϲϲα τὸν ἄρρενα καὶ καλοῦϲι τὸ ὄνομα αὐτοῦ Θεοδόϲιον εἰϲ τὸ ὄνομα τοῦ αὐτοῦ πάππου Θεοδοϲίου τοῦ Ϲπάνου, τοῦ ϲυμ- βαϲιλεύϲαντοϲ Γρατιανῷ. ὁ δὲ γεννηθεὶϲ νέοϲ θεοδόϲιοϲ ἐν τῇ πορφύρᾳ ἐτέχθη, ὅθεν καὶ ἀπὸ λοχείαϲ βαϲιλεὺϲ ἀνηγορεύθη. ἐγένετο δὲ πολλὴ χαρμοϲύνη ἐν τῇ πόλει καὶ ἐπέμφθηϲαν εὐαγγελιζόμενοί τινεϲ εἰϲ τὰϲ πόλειϲ καὶ δωρεαὶ καὶ χαρίϲματα. ἡ δὲ δέϲποινα ᾗ μόνον ἔτε- κεν καὶ ἀνέϲτη ἐκ τοῦ λοχηφόρου δίφρου, ἀπέϲτειλεν πρὸϲ ἡμᾶϲ Ἀμάντιον, λέγουϲα ἡμῖν δι᾿ αὐτοῦ· Εὐχαριϲτῶ τῷ Χριϲτῷ ὅτι διὰ τῶν ὁϲίων ὑμῶν εὐχῶν ἐχαρίϲατό μοι ὁ θεὸϲ τὸν υἱόν. εὔξαϲθε οὖν, πατέρεϲ, τῇ ζωῇ αὐτοῦ κἀμοὶ δὲ τῇ ταπεινῇ ἵνα ἐκεῖνα πληρώϲω ἃ ἐπ- ηγγειλάμην ὑμῖν, πάλιν αὐτοῦ τοῦ Χριϲτοῦ θέλοντοϲ διὰ τῶν ἁγίων ὑμῶν εὐχῶν. τῶν δὲ ἑπτὰ ἡμερῶν τῆϲ λοχείαϲ πληρωθειϲῶν μεταπέμπεται ἡμᾶϲ καὶ ἀπαντᾷ ἡμῖν εἰϲ τὴν θύραν τοῦ κουβουκλίου, βαϲτάζουϲα καὶ τὸ βρέφοϲ ἐν τῇ πορφύρᾳ. ἔκλινεν δὲ τὴν κεφαλήν εἰποῦϲα· Ἐγγίϲατε, πατέρεϲ, ἐμὲ καὶ τὸ παιδίον ὃ ἐχαρίϲατό μοι ὁ θεὸϲ διὰ τῶν ὑμῶν ἁγίων εὐχῶν. ἐπεδίδου δὲ καὶ τὸ βρέφοϲ ἵνα αὐτὸ ϲφραγίϲωϲιν. οἱ δὲ ὅϲιοι ἐπίϲκοποι καὶ αὐτὴν καὶ τὸ παιδίον ἐϲφράγιϲαν τῇ τοῦ ϲταυροῦ ϲφρα- γῖδι καὶ ποιήϲαντεϲ εὐχὴν ἐκάθιϲαν. μετὰ δὲ τὸ λαλῆϲαι αὐτοὺϲ πολλοὺϲ λόγουϲ πεπληρωμένοθϲ κατανύξεωϲ λέγει πρὸϲ αὐτοὺϲ ἡ δέϲποινα Οἴδατε, πατέρεϲ, τί ἐβουλευϲά- μην ποιῆϲαι περὶ τοῦ ὑμετέρου πράγματοϲ, ὁ δὲ ἐμὸϲ κύριοϲ Πορφύριοϲ ἀποκριθεὶϲ εἶπεν· Ὁϲα ἐβουλεύϲω, κατὰ θεὸν ἐβουλεύϲω· καὶ γὰρ ἐν ταύτῃ τῇ νυκτὶ ἀπεκαλύφθη τῇ ἐμῇ εὐτελείᾳ δι’ ὁράματοϲ εἶναι ἐν Γάζῃ, ἑϲτάναι δὲ ἐν τῷ ἐκεῖϲε εἰδωλείῳ τῷ καλουμένῳ Μαρνείῳ καὶ. τὴν ϲὴν εὐϲέβειαν ἐπιδιδόναι μοι εὐαγγέλιον, καὶ λέγειν μοι· Λάβε ἀνάγνωθι. ἐγὼ δὲ ἀναπτύξαϲ εὗρον τὴν περικοπὴν ἐν ᾗ λέγει ὁ δεϲπότηϲ Χριϲτὸϲ τῷ Πέτρῳ· ‘ϲὺ εἶ Πέτροϲ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήϲω μου τὴν ἐκκληϲίαν, καὶ πύλαι ᾅδου οὐ κατιϲχύϲουϲιν αὐτῆ᾿. ϲὺ 〈δέ〉, δέϲποινα, ἀποκριθεῖϲα εἶπαϲ· Εἰρήνη ϲοι, ἴϲχυε καὶ ἀνδρίζου. καὶ ἐπὶ τούτοιϲ διυπνίϲθην, καὶ ἐκ τού- του πέπειϲμαι ὅτι ἔχει ὁ υἱὸϲ τοῦ θεοῦ ϲυνεργῆϲαι τῇ ϲῇ προαιρέϲει. εἰπὲ δὲ ἡμῖν, δέϲποινα, τί ἐβουλεύϲω. ἡ βαϲίλιϲϲα ἀποκριθεῖϲα εἶπεν Ἐὰν παραϲτῇ τῷ Χριϲτῷ, μετ’ ὀλίγαϲ ἡμέραϲ ἀξιοῦται τὸ παιδίον τοῦ ἁγίου βα- πτίϲματοϲ. ἀπελθόντεϲ οὖν ποιήϲατε ἱκεϲίαν καὶ αἰτή- ϲαϲθε τάξαντεϲ ἐν αὐτῇ ὅϲα ἂν βούληϲθε, καὶ ὅταν ἐξ- έλθῃ τὸ βρέφοϲ ἐκ τοῦ τιμίου βαπτίϲματοϲ, ἐπίδοτε τὴν ἱκεϲίαν τῷ βαϲτάζοντι αὐτό, ἐγὼ δὲ διδάϲκω αὐτὸν τὶ ποιῆϲαι, καὶ ἐλπίζω εἰϲ τὸν υἱὸν τοῦ θεοῦ ὅτι ὅλον τὸ πρᾶγμα ἔχει οἰκονομῆϲαι κατὰ τὸ θέλημα τῆϲ αὐτοῦ εὐϲπλαγχνίαϲ. ἡμεῖϲ δὲ λαβόντεϲ τοιαύταϲ ϲυνταγὰϲ πολλὰ εὐλογήϲαντεϲ αὐτήν τε καὶ τὸ βρέφοϲ ἐξήλθαμεν καὶ ἀπελθόντεϲ ἐποιήϲαμεν τὴν ἱκεϲίαν, πολλὰ τάξαντεϲ ἐν τῷ χάρτῃ, οὐ μόνον τὴν καταϲτροφὴν τῶν εἰδώ- λων, ἀλλὰ καὶ προνόμια τῇ ἁγίᾳ ἐκκληϲίᾳ καὶ τοῖϲ Χριϲτιανοῖϲ καὶ πρόϲοδον παραϲχεθῆναι· ἦν γὰρ πενιχρὰ ἡ ἁγία ἐκκληϲία.