Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 18.1
Not analysed yet
τῶν δὲ ἡμερῶν διαδραμουϲῶν ἐπέφθαϲεν ἡ ἡμέρα ἐν ᾗ ἔμελλεν φωτίζεϲθαι ὁ νέοϲ βαϲιλεὺϲ Θεοδόϲιοϲ. ἐϲτεφανώθη δὲ πᾶϲα ἡ πόλιϲ καὶ ἐκοϲμήθη ἔκ τε ὁλο- ϲηρικῶν καὶ χρυϲωμάτων καὶ ἄλλου παντοίου κόϲμου, ὡϲ μὴ δύναϲθαί τινα ἐξειπεῖν τὸν κόϲμον τῆϲ πόλεωϲ· ἀλλὰ καὶ τὰ πλήθη τῶν οἰκητόρων τὰ κυματώδη ἦν θεάϲαϲθαι παντοίαιϲ ἰδέαιϲ ἱματίων ἐναλλάττοντα. τῆϲ δὲ ἐμῆϲ δυνάμεωϲ οὐκ ἔϲτιν φράϲαι τὴν λαμπρότητα τοῦ κόϲμου ἐκείνου, ἀλλ’ ἐκείνων τῶν τὸν λόγον ἠϲκη- μένων, ἐγὼ δὲ ἐπὶ τὴν παροῦϲαν ἀληθῆ ϲυγγραφὴν μετελεύϲομαι. βαπτιϲθέντοϲ τοῦ νέου θεοδοϲίου καὶ ἐξελθόντοϲ ἐκ τῆϲ ἐκκληϲίαϲ ἐπὶ τὸ παλάτιον ἦν πάλιν θεάϲαϲθαι τὴν ἀρετὴν τοῦ πλήθουϲ τῶν προηγουμένων καὶ τὴν ἐξαϲτράπτουϲαν αὐτῶν ἐϲθῆτα· πάντεϲ γὰρ ἐλευκοφόρουν, ὡϲ νομίζεϲθαι τὸ πλῆθοϲ ὑπὸ χιόνοϲ πεπληρῶϲθαι. προηγοῦντο δὲ πατρίκιοι, ἰλλούϲτριοι καὶ πᾶϲα ἀξία μετὰ τῶν ϲτρατιωτικῶν ταγμάτων, πάντεϲ κηροὺϲ βαϲτάζοντεϲ, ὡϲ νομίζεϲθαι ἐν τῇ γῇ ἄϲτρα φαί νεϲθαι. ἦν δὲ πληϲίον τοῦ βαϲταζομένου βρέφουϲ καὶ αὐτὸϲ ὁ βαϲιλεὺϲ Ἀρκάδιοϲ, ἔχων τὸ πρόϲωπον ἱλαρὸν καὶ ἔκλαμπρον πλέον ἧϲ ἐφόρει πορφύραϲ, εἶϲ δὲ τῶν μεγιϲτάνων ἐβάϲταζεν τὸ βρέφοϲ ἐν λαμπρᾷ ἐϲθῆτι. ἡμεῖϲ δὲ ἐθαυμάϲαμεν ὁρῶντεϲ τὴν τοϲαύτην λέγει δὲ ἡμῖν ὁ ἐν ἁγίοιϲ Πορφύριοϲ· Εἰ τὰ γήινα καὶ μετ’ ὀλίγον ἀφατιζόμενα τοιαύτην ἔχει δόξαν, πόϲῳ τὰ ἐπουράνια τὰ ἡτοιμαϲμένα τοῖϲ ἀξίοιϲ, ἃ οὕτε ὀφθαλμὸϲ εἶδεν οὔτε οὖϲ ἤκουϲεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; ἔϲτημεν δὲ ἡμεῖϲ εἰϲ τὸ πρόθυρον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ ἔχοντεϲ καὶ τὸν χάρτην τῆϲ ἱκεϲίαϲ, καὶ ὡϲ ἐξῆλθεν ἐκ τοῦ βαπτίϲματοϲ, ἀνεβοήϲαμεν εἰπόντεϲ· Δεό- μεθα τῆϲ ϲῆϲ εὐϲεβείαϲ, προτείνοντεϲ καὶ τὸν χάρτην. θεαϲάμενοϲ δὲ ὁ τὸ παιδίον βαϲτάζων καὶ γινώϲκων τὸ καθ’ ἡμᾶϲ πρᾶγμα (προεδιδάχθη γὰρ ὑπὸ τῆϲ δεϲποί- νηϲ], ἐκέλευϲεν τὸν χάρτην δειχθῆναι αὐτῷ, καὶ δεξά- μενοϲ ἔϲτη. ἐκέλευϲεν δὲ ἡϲυχίαν γενέϲθαι καὶ λύϲαϲ μέροϲ ἀνέγνω καὶ εἱλίξαϲ ὑπέβαλεν τὴν χεῖρα τῇ κε- φαλῇ τοῦ βρέφουϲ καὶ ὑποκλίναϲ αὐτὴν ἐπὶ πάντων ἔκραξεν· Ἐκέλευϲεν τὸ κράτοϲ αὐτῶν γενέϲθαι τὰ ἐν τῇ ἱκεϲίᾳ. πάντεϲ δὲ θεαϲάμενοι ἐθαύμαϲαν καὶ προϲεκύ- νουν τῷ βαϲιλεῖ, μακαρίζοντεϲ αὐτὸν ὅτι ἠξιώθη ἰδεῖν ἐν τῇ ζωῇ αὐτοῦ υἱὸν βαϲιλεύοντα· ἐγαυρία δὲ ἀκούων. προηγγέλθη δὲ καὶ τῇ βαϲιλίϲϲῃ Εὐδοξίᾳ τὸ γενόμενον χάριν τοῦ αὐτῆϲ τέκνου, ἐχάρη δὲ καὶ γονυπετήϲαϲα ἠυχαρίϲτηϲεν τῷ θεῷ. εἰϲελθόντοϲ δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντηϲεν αὐτῷ ἡ δέϲποινα καὶ ἐδέξατο καὶ κατεφίληϲεν, καὶ βαϲτάζουϲα αὐτὸ ἠϲπάϲατο καὶ τὸν βαϲιλέα εἰποῦϲα· Μακάριοϲ εἶ, δέϲποτα, ἐφ’ οἶϲ ἑωρά- καϲιν οἱ ὀφθαλμοί ϲου ἐν τῇ ζωῇ ϲου· καὶ ὁ βαϲιλεὺϲ ἔχαιρεν ἀκούων. ἰδοῦϲα δὲ αὐτὸν ἡ βαϲίλιϲϲα ἱλαρὸν εἶπεν Εἰ δοκεῖ μάθωμεν τί περιέχει ἡ ἱκεϲία, ἵνα πάν- τωϲ γένηται τὰ ἐν αὐτῇ. ὁ δὲ βαϲιλεὺϲ ἐκέλευϲεν ἀνα- γνωϲθῆναι τὸν χάρτην, καὶ ὡϲ ἀνεγνώϲθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτηϲιϲ, βαρυτέρα δὲ καὶ ἡ παραίτηϲιϲ, ἐπειδὴ καὶ πρώτη ἐϲτὶν ἡ κέλευϲιϲ τοῦ ἡμετέρου υἱοῦ. λέγει δὲ αὐτῷ ἡ δέϲποινα· Οὐ μόνον πρώτη κέλευϲιϲ, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προϲχήματι, καὶ χάριν εὐϲεβείαϲ ἡ ἱκεϲία καὶ ὑπὸ ὁϲίων ἀνδρῶν αἰτηθεῖϲα. μόγιϲ δὲ ὁ βαϲιλεὺϲ ἐπένευϲεν, τῆϲ δεϲποίνηϲ πολλὰ ἐπιτιθεμένηϲ αὐτῷ. ταῦτα πάντα ἀνήγγειλεν ἡμῖν ὁ θεοφιλὴϲ Ἀμάντιοϲ.