Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 19-2
Not analysed yet
φθόνοϲ ἐντεῦθεν ἀνήφθη τοῖϲ τὰ Ἐλλήνων φρονοῦϲι. καὶ τοὺϲ πιϲτοὺϲ ἐκάκουν, ὀλέϲαι δὲ καὶ τὸν μέγαν ἐζή- τουν καὶ ἐπεὶ μὴ εὕριϲκον (δέδωκε γὰρ τόπον τῇ ὀργῇ], τὰϲ τοῦ ἐπιϲκοπείου κατεάξαντεϲ θύραϲ τὰ ἐν αὐτῷ πάντα διήρπαϲαν. γίνεται τῷ ἁγίῳ παιδίϲκη τιϲ πρό- φαϲιϲ ϲωτηρίαϲ· ἧπερ ἐντυχών, ἐπείπερ χριϲτιανὴν μὴ εἰναι παρ’ αὐτῆϲ μεμάθηκε, τὸν λόγον αὐτῇ τῆϲ ἀ|λη- θείαϲ ἐκθέμενοϲ ἐβάπτιϲέ τε ταύτην καὶ χριϲτιανὴν ἐποί- ηϲε κἀν τῷ οἴκῳ ταύτηϲ μείναντεϲ μετελάβομεν ἄρτου. Εἰρήνη τῇ κόρῃ τὸ ὄνομα. τοῦ θορύβου τοίνυν κατα- ϲταλέντοϲ ἡμεῖϲ τὴν ἐκκληϲίαν κατελάβομεν καὶ τὸν Βα- ρουχᾶν εὕρομεν μόνον, ταῖϲ τῶν πληγῶν ἐπαγωγαῖϲ θάνατον περιμένοντα. ἔγνω τὰ πεπραγμένα τῇ ἑξῆϲ ὁ ὑπατικὸϲ καὶ πέμπει κομενταρήϲιον καὶ κολάζει τοὺϲ τὴν ϲτάϲιν ποιήϲανταϲ. μετὰ γοῦν τινα χρόνον ὁ μέγαϲ Πορ- φύριοϲ τὴν ὑποδεξαμένην αὐτὸν κόρην κατηχήϲαϲ μονά- ζουϲαν ἀποκείρει καὶ τοῦ ἀγγελικοῦ ϲχήματοϲ ἀξιοῖ. καὶ μέντοι δὴ καὶ ταῖϲ κατὰ θεὸν ἀρεταῖϲ ἐκείνη μεγάλη γί- νεται καὶ πολλὰϲ τῶν γυναικῶν ἐνάγει πρὸϲ τὸν ὅμοιον |ζῆλον.