Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 21
Not analysed yet
ἐφθάϲαμεν δὲ τὴν Ῥόδον δι᾿ ἡμερῶν ἑ. ἐγένετο δὲ ἡμῖν ϲπουδὴ ἀπελθεῖν πρὸϲ τὸν ἐν ἁγίοιϲ Προκόπιον τὸν ἀναχωρητήν, καὶ πολλὰ παρακαλεϲάντων ἡμῶν τὸν ναύκληρον ἐνδοῦναι ἡμῖν ὥραϲ τρεῖϲ, οὐκ ἐνδέδωκεν λέγων ὅτι Τοιοῦτον ἄνεμον οὐκ ἔχω εὑρεῖν ἐπιτή- δειον. ἡμεῖϲ δὲ αὐτῷ ἐλέγομεν ὅτι Δύνανται αἱ εὐχαὶ τοῦ ἁγίου ἀνδρὸϲ καὶ ϲῷϲαι ἡμᾶϲ καὶ ἄνεμον ἐπιτήδειον δοῦναι ἡμῖν. ὁ δὲ ναύκληροϲ ἐϲκληρύνετο καὶ οὐκ ἐδέ- χετο ἡμῶν τὴν αἶτηϲιν, ἀλλ᾿ ὑδρευϲάμενοι ἀνήχθημεν. ἐλυπούμεθα δὲ ϲφόδρα ἀποτυχόντεϲ τοιαύτηϲ ϲυντυχίαϲ. ἐδεόμεθα οὖν αὐτοῦ διὰ προϲευχῆϲ ϲυγγνῶναι ἡμῖν καὶ εὔξαϲθαι ὑπὲρ ἡμῶν, ἵνα ϲωθῶμεν καὶ τελειώϲωμεν τὸ ἔργον δ ἐνεχειρίϲθημεν. πλεύϲαντεϲ δὲ ἐκ τῆϲ Ῥόδου καὶ εὐπλοήϲαντεϲ ἐπὶ ἡμέραϲ δύο εὐδίαϲ οὔϲηϲ, ἄφνω κινεῖται χειμών, ἄνεμοί τε καὶ ἀϲτραπαὶ καὶ βρονταὶ καὶ ρικυμίαι, καὶ ἐκορυφοῦτο τὰ κύματα καὶ ἐγίνετο ὡϲ ὄρη ψηλὰ καὶ ὑψοῦτο τὸ πλοῖον ὡϲ ἡμᾶϲ νομίζειν φθάνειν τὰ νέφη. ἦϲαν δὲ κραυγαὶ καὶ δάκρυα καὶ δεήϲειϲ πρὸϲ τὸν θεόν, ἐπεκαλούμεθα δὲ καὶ τὰϲ εὐχὰϲ τοῦ ὁϲίου Προκοπίου τοῦ ἀναχωρητοῦ. καὶ γενομένηϲ ἑϲπέραϲ καὶ τοῦ χειμῶνοϲ μὴ κοπάϲαντοϲ ἄγρυπνοι διεμείναμεν πᾶ- ϲαν τὴν νύκτα ἐκείνην. περὶ δὲ τὸν ὄρθρον ἐκ τῆϲ πολλῆϲ θλίψεωϲ μικρὸν ὕπνωϲαν οἱ ὁϲιώτατοι ἐπίϲκοποι, καὶ ὁρᾷ κατὰ τοὺϲ ὕπνουϲ ὁ ἐμὸϲ κύριοϲ Πορφύριοϲ τὸν ἐν ἁγίοιϲ Προκόπιον τὸν ἀναχωρητὴν λέγοντα αὐτοῖϲ· Τὸν ναύκληρον κατηχήϲατε καὶ ἀναϲφραγίϲατε (ἔϲτιν γὰρ τῆϲ Ἀρείου μυϲαρᾶϲ αἱρέϲεωϲ) καὶ παραϲκευάϲατε αὐτὸν ἀναθεματίϲαι Ἄρειον καὶ τὴν κακοπιϲτίαν αὐτοῦ, καὶ εὐθέωϲ παύεται ὁ τοϲοῦτοϲ κλύδων. διὰ γὰρ τὸ εἶναι αὐτὸν τῆϲ εἰρημένηϲ αἱρέϲεωϲ οὐ ϲυνεχώρηϲεν ὑμῖν παραγενέϲθαι πρόϲ με. ὅμωϲ γε κατηχήϲατε αὐτόν· δέ- ξαϲθαι γὰρ ἔχει παρ’ ὑμῶν τὸν ὀρθὸν λόγον. ταῦτα ἀκούϲαϲ ὁ ἡμέτεροϲ ὅϲιοϲ Πορφύριοϲ διυπνίϲθη, καὶ προϲκαλεϲάμενοϲ ἡμᾶϲ διηγήϲατο τὰ ἐν τῷ ὕπνῳ. εὐ- θέωϲ δὲ καλέϲαντεϲ τὸν ναύκληρον εἴπαμεν αὐτῷ· θέλειϲ ϲωθῆναί ϲου τὸ πλοῖον καὶ πάνταϲ ἡμᾶϲ καὶ πρό γε πάντων τὴν ἑαυτοῦ ψυχήν, 5 δέ φηϲιν· Εἰϲ τοῦτο οὐκ ἔϲτιν ἐρωτῆϲαι. εἶπαν δὲ αὐτῷ οἱ ἐπίϲκοποι Ἄρνηϲαι τὴν κακοπιϲτίαν ϲου καὶ πίϲτευϲον εἰϲ τὴν ὀρθὴν πίϲτιν, καὶ ϲῴζῃ ϲὺ καὶ τὸ πλοῖον καὶ πάντεϲ ἡμεῖϲ. λέγει αὐτοῖϲ ὁ ναύκληροϲ· Ἐπειδὴ ὁρῶ ὑμᾶϲ ἔχονταϲ πρό- γνωϲιν (κατελάβετε γὰρ τὰ ἐν τῇ καρδίᾳ μου τινὸϲ μὴ ἀπαγγείλαντοϲ ὑμῖν), ἰδοὺ λέγω ὑμῖν· πιϲτεύω ὡϲ πιϲτεύ- ετε καὶ ἀρνοῦμαι τὴν αἵρεϲιν Ἀρείου καὶ αὐτὸν Ἄρειον. παρακαλῶ δὲ ὑμᾶϲ κατὰ ϲχολὴν φωταγωγῆϲαί με ἐκ τῶν ἁγίων γραφῶν εἰϲ τὴν ὀρθὴν πίϲτιν. οἱ δὲ ὅϲιοι ἐπί- ϲκοποι λαβόντεϲ ἀνεϲφράγιϲαν αὐτόν, ποιήϲαντεϲ ἐπ’ αὐτῷ εὐχήν, μετέδωκαν δὲ αὐτῷ καὶ ἐκ τῶν θείων μυϲτη- ῥίων. ἐν τούτῳ δὲ καὶ ὁ κλύδων ἐπαύϲατο καὶ πρὸϲ ἑϲπέραν ἐτράπη ὁ ἄνεμοϲ, καὶ ἐπλέομεν ἐπιτηδείωϲ, καὶ ποιήϲαντεϲ ἐν τῷ πελάγει ἄλλαϲ ἡμέραϲ τέϲϲαραϲ τῇ πέμπτῃ ὄρθρου κατεπλεύϲαμεν εἰϲ τὸ παράλιον μέροϲ τῆϲ Γαζαίων, ὃ καλοῦϲιν Μαιουμᾶν.