Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 29.1
Not analysed yet
ἐγένετο δὲ μέγα θαῦμα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. φρέατα τυγχάνουϲινἔϲωθεν τοῦ περιβολαίουτοῦ ἱεροῦ, ἐξ ὦν ἐϲτιν ἕν ἀπὸ δυτικοῦ μέρουϲ τῆϲ νῦν ἁγίαϲ τοῦ θεοῦ ἐκκλη- ϲίαϲ, οὐκ ὀλίγον βάθοϲ ἔχον. τρεῖϲ οὖν παῖδεϲ διψήϲαντεϲ ἀπῆλθον ἐπὶ τὸ πιεῖν καὶ πληϲιάϲαντεϲ τῷ ϲτόματι τοῦ φρέατοϲ παρέκυπτον ἐπερειδόμενοι τῷ ξύλῳ τῷ ἐπὶ τοῦ ϲτομίου, οἶα ϲυμβαίνει παῖδαϲ ποιεῖν, καὶ κλαϲθέντοϲ τοῦ ξύλου οἱ τρεῖϲ ἔπεϲαν εἰϲ τὸ φρέαρ. τινὲϲ δὲ ἐκεῖ εὑρεθέντεϲ ἀπῆλθον καὶ ἀπήγγειλαν τῷ λαῷ τὰ γενόμενα. ἐγένετο δὲ οὐ μικρὸϲ θόρυβοϲ πάντων ϲυν- τρεχόντων ἐπὶ τὸ φρέαρ. γνοὺϲ δὲ τὸ γεγονὸϲ ὁ ὁϲιώ- τατοϲ Πορφύριοϲ καὶ αὐτὸϲ δραμὼν ἐπὶ τὸν τόπον ἐκέ- λευϲεν ἡϲυχίαν γενέϲθαι, καὶ γενομένηϲ ἤρξατο εὔχεϲθαι καὶ δέεϲθαι τοῦ θεοῦ μετὰ πολλῶν δακρύων ἵνα ζῶντα καὶ ἀϲινῆ τὰ παιδία φυλάξῃ, καὶ μάλιϲτα διὰ τοὺϲ εἰδωλομανεῖϲ, ἵνα μὴ εἴπωϲιν Ποῦ ἐϲτιν ὁ θεὸϲ αὐτῶν εἰϲ ὃν ἤλπιζον καὶ ποιήϲαϲ ὥραν μίαν χαμαὶ κεί- μενοϲ καὶ ἀνα|ϲτὰϲ ἐπέτρεψεν κατελθεῖν τινα διὰ τῶν ϲχοινίων τῶν κάδων, τὴν ἔρευναν τῶν παίδων ποιή- ϲαϲθαι. ἐβόων γὰρ οἱ ἀπὸ τοῦ πλήθουϲ, καλοῦντεϲ τὰ παιδία, καὶ οὐδεὶϲ ἦν ὁ ὑπακούων κάτωθεν ἐκ τοῦ φρέατοϲ. κατελθόντοϲ δὲ τοῦ ἀνδρὸϲ ἡυρέθηϲαν οἱ τρεῖϲ παῖδεϲ καθήμενοι ἐπάνω λίθου μεγάλου ἀϲινεῖϲ καὶ ἱλα- ροὶ ὁμιλοῦντεϲ ἀλλήλοιϲ. ὡϲ δὲ ἐθεάϲατο αὐτοὺϲ ὁ ἀνήρ, ὑπερεθαύμαϲεν καὶ ἐδόξαϲεν τὸν θεόν, καὶ βοήϲαϲ κάτωθεν εἶπεν· Δοξάϲατε τὸν κύριον, ζῶϲιν γὰρ οἱ τρεῖϲ παῖδεϲ. ἀκούϲαϲ δὲ ὁ ἐν ἁγίοιϲ ὅϲιοϲ ἐπίϲκο- ποϲ καὶ οἱ τοῦ λαοῦ ἐχάρηϲαν καὶ πέμψαντεϲ ϲπυρίδα μεγάλην ἐπέτρεψεν τοὺϲ τρεῖϲ ὁμοῦ ἀνενεχθῆναι. μικροὶ γὰρ ἦϲαν ὡϲ ἀπὸ ἐτῶν ἕξ ἢ ἑπτά. δεξάμενοϲ δὲ ὁ κάτω τὴν ϲπυρίδα καὶ δεϲμήϲαϲ ἀϲφαλῶϲ ἐκάθιϲεν τοὺϲ τρεῖϲ, παραγγείλαϲ αὐτοῖϲ κλεῖϲαι τοὺϲ αὐτῶν ὀφθαλ- μούϲ ἄχριϲ οὐ τὰ ἄνω φθάϲωϲιν καὶ λέγειν Ἰηϲοῦ Χριϲτέ, ϲῷϲον. καὶ ποιήϲαϲ τοῦτο ἐβόηϲεν μετὰ κατα- ϲτάεωϲ ϲῦραι τὸ ϲχοινίον, καὶ ϲύροντεϲ ἔλεγον τὸν ὕμνον τῶν τριῶν παίδων· ‘εὐλογητὸϲ εἶ, κύριε ὁ θεὸϲ τῶν πατέρων ἡμῶν’. καὶ ὡϲ ἔφθαϲαν καὶ ἐθεάϲατο αὐτοὺϲ ὁ ἐν ἁγίοιϲ ἐπίϲκοποϲ (οὗτοϲ γὰρ ἐτύγχανεν κατὰ τοῦ ϲτομίου τοῦ φρέατοϲ ἑϲτὼϲ καὶ κρατῶν τὸ ϲχοιτίον), [καὶ] πληϲθεὶϲ χαρᾶϲ καὶ δακρύων ἀνεβόηϲεν εἰπών εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε’. ὡϲ δὲ ἐπῆραν αὐτοὺϲ ἐκ τοῦ ϲπυριδίου, ἠρεύ- ηϲαν μή τι τοῦ ϲώματοϲ αὐτῶν ἔπληκται, καὶ οὐδὲν ἡυρέθη φαῦλον ἐν αὐτοῖϲ, ἀλλὰ μέγα θαῦμα μέθᾳ· οἱ γὰρ τρεῖϲ ϲταυροειδῆ ϲημεῖα ἡυρέθηϲαν ἔχον τεϲ ὡϲ ἀπὸ ξέϲματοϲ βελόνηϲ, ὃ μὲν ἐν τῷ μέϲῳ τοῦ μετώπου, ὃ δὲ ἐπάνω τῆϲ δεξιᾶϲ χειρὸϲ περὶ τοὺϲ δακτύ- λουϲ, ὁ δὲ ἄλλοϲ εἰϲ τὸν δεξιὸν ὦμον. ἦν δὲ τὰ ϲταυ- ρία καλῶϲ τετυπωμένα, μήτε λοξὰ μήτε ϲκαμβά, ἀλλ’ ἑνὸϲ μέτρου, ὡϲ δῆλα αὐτὰ εἶναι θεοϲήμεια· οὔτε γὰρ πόνον ἐποίουν αὐτοῖϲ, ἀλλ’ οὐδὲ αἷμα, ἀλλ’ ἦν τετυ- πωμένα ὡϲ ἀπὸ κινναβάρεωϲ. ἔμειναν δὲ ἐν αὐτοῖϲ ἱκανὸν χρόνον πρὸϲ τὸ πάνταϲ ὁρᾶν καὶ θαυμάζειν· πολλοὶ γὰρ καὶ τῶν ἀλλοεθνῶν θεαϲάμενοι ἐπίϲτευϲαν. ἀνενεχθεὶϲ δὲ καὶ ὁ ἄνθρωποϲ ὁ καταβὰϲ χάριν τῶν παιδίων διεβεβαιοῦτο ὅρκοιϲ λέγων ὅτι Ἡνίκα ἔβαλλον αὐτοὺϲ ἐν τῇ ϲπυρίδι καὶ ἀνεφέροντο, ἐθεώρουν ὡϲ ἐπὶ ἀϲτραπῆϲ κύκλῳ αὐτῶν ἕωϲ ὅτου ἔφθαϲαν τὸ ϲτόμιον τοῦ φρέατοϲ. ἐγένετο δὲ χαρὰ τοῖϲ Χριϲτιανοῖϲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοῖϲ δὲ εἰδωλολάτραιϲ λύπη καὶ ϲκάνδαλον.