Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 28
Not analysed yet
μετὰ χρόνον δὲ ὀλίγον κηρύϲϲει νηϲτείαν ἐν μιᾷ ἡμέρᾳ, καὶ τῆϲ ἀπολύϲεωϲ τῶν ἑωθινῶν εὐχῶν γενομέ- νηϲ ἐκέλευϲεν ὁ θεοφιλὴϲ ἐπίϲκοποϲ πάντα ἄνδρα φιλό χριϲτον δικέλλαϲ καὶ ἄμαϲ καὶ ἄλλα τοιαῦτα ὄργανα ὑφ’ἑκάϲτου βαϲταγῆναι. τοῦτο δὲ ἀπὸ τῆϲ ἑϲπέραϲ ἦν προκηρύξαϲ, ἵνα πάντεϲ τὸ πρωὶ εὺρεθῶϲιν ἐν εὐτρεπεῖ, ὃ δὴ καὶ γέγονεν. ϲυναχθέντοϲ δὲ τοῦ λαοῦ μετὰ τῶν εἰρημένων ὀργάνων ἐν τῇ ἁγίᾳ ἐκκληϲίᾳ τῇ ἐπωνύμῳ Εξἰρήνῃ ἐπέτρεψεν πάνταϲ ψάλλονταϲ ὁμοῦ πορευθῆναι εἰϲ τὸ ποτὲ Μαρνεῖον, αὐτὸϲ δὲ ἐπηκολούθει βαϲτάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὑτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντωϲ μιμούμενοϲ τὸν Χριϲτὸν μετὰ τῶν μα- θητῶν. προηγεῖτο δὲ τοῦ λαοῦ ὁ ἀείμνηϲτοϲ Βαρωχᾶϲ βαϲτάζων τὸ ἐκτύπωμα τοῦ τιμίου ϲταυροῦ, ἐξ ἑκατέρων δὲ τῶν μερῶν τοῦ λαοῦ ἦϲαν οἱ ϲτρατιῶται οἱ ὑπο- λειφθέντεϲ χάριν τῆϲ εὐταξίαϲ τῆϲ πόλεωϲ. πορευό- μενοι δὲ ἔψαλλον καὶ ἐν τῇ θέϲει τῆϲ διακοπῆϲ τοῦ ψαλμοῦ ἔλεγον τὸ ἀλληλούια· ἦν δὲ ὁ ψαλμὸϲ ὃν ἔλεγον· ‘δεῦτε ἀγαλλιαϲώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ ϲωτῆρι ἡμῶν. προφθάϲωμεν τὸ πρόϲωπον αὐτοῦ ἐν ἐξομολογήϲει καὶ ἐν ψαλμοῖϲ ἀλαλάξωμεν αὐτῷ, ὅτι θεὸϲ μέγαϲ κύριοϲ καὶ βαϲιλεὺϲ μέγαϲ ἐπὶ πᾶϲαν τὴν γῆν, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆϲ γῆϲ καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰϲιν, ὅτι αὐτοῦ ἐϲτιν ἡ θάλαϲϲα καὶ αὐτὸϲ ἐποίηϲεν αὐτὴν καὶ τὴν ξηρὰν αἱ χεῖρεϲ αὐτοῦ ἔπλαϲαν. δεῦτε προϲκυνήϲωμεν καὶ προϲπέϲωμεν αὐτῷ καὶ κλαύϲωμεν ἐναντίον κυρίου τοῦ ποιήϲαντοϲ ἡμᾶϲ, ὅτι αὐτόϲ ἐϲτιν ὁ θεὸϲ ἡμῶν καὶ ἡμεῖϲ λαὸϲ νομῆϲ αὐτοῦ καὶ πρόβατα χειρὸϲ αὐτοῦ’. ἔλεγον δὲ καὶ ἄλλουϲ ψαλμοὺϲ ἕωϲ ὃτε εἰϲῆλθον εἰϲ τὸ Μαρνεῖον. ἦν δὲ προτρεψάμενοϲ ὁ ἐν ἁγίοιϲ Πορ- φύριοϲ ὁ ἐπίϲκοποϲ Ῥουφῖνόν τινα ἀρχιτέκτονα ἐκ τῆϲ Ἀντιόχου, πιϲτὸν ἄνδρα καὶ ἐπιϲτήμονα, δι’ οὐ καὶ τὸ ἅπαν τῆϲ οἰκοδομῆϲ ἐτελειώθη. οὗτοϲ λαβὼν γύψον ἐϲημειώϲατο τὴν θέϲιν τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ κατὰ τὸ ϲχῆμα τοῦ πεμφθέντοϲ ϲκαρίφου ὑπὸ τῆϲ θεοφιλεϲτά τηϲ αὐγούϲτηϲ ξὐδοξίαϲ. καὶ ποιήϲαϲ ὁ ὁϲιώτατοϲ ἐπί- ϲκοποϲ εὐχὴν καὶ γονυκλιϲίαν ἐπέτρεψεν τῷ λαῷ ϲκά- πτειν. εὐθέωϲ δὲ πάντεϲ μιᾷ ψυχῇ καὶ τῇ αὐτῇ προ- θυμίᾳ ἔϲκαπτον βοῶντεϲ· Ὁ Χριϲτὸϲ ἐνίκηϲεν. οὐκ ἦν δὲ θεάϲαϲθαι διαφορὰν ἀνδρὸϲ καὶ γυναικὸϲ ἢ γέ ροντοϲ ἢ παιδίου, ἀλλ’ ἡ προθυμία πᾶϲιν τὴν αὐτὴν δύναμιν παρεῖχεν, καὶ οἳ μὲν ἔϲκαπτον ἄλλοι δὲ ἐξε- χόιζον, ὥϲτε δι’ ἡμερῶν ὀλίγων πάνταϲ τοὺϲ τόπουϲ ὀρυχθῆναι καὶ ἐκχοϊϲθῆναι. καὶ προευτρεπιϲθείϲηϲ τῆϲ ὕληϲ λίθων τε παμμεγεθῶν ἀπὸ λόφου τοῦ λεγομένου Ἀλδιώματοϲ ἐξ ἀνατολῶν τῆϲ πόλεωϲ καὶ ἄλληϲ ὕληϲ ὁ ἐν ἁγίοιϲ πάλιν ϲυναγαγὼν τὸν φιλόχριϲτον λαὸν καὶ ποιήϲαϲ πολλὰϲ εὐχὰϲ καὶ ψαλμῳδίαϲ ἐν τῷ τόπῳ ἀναζωϲάμενοϲ αὐτὸϲ πρῶτοϲ ἤρξατο βαϲτάζειν λίθουϲ καὶ βάλλειν εἰϲ τὰ θεμέλια, ἔπειτα καὶ οἱ θεοφιλεῖϲ κληρικοὶ καὶ πάντεϲ οἱ λαϊκοί, χαίροντεϲ καὶ ψάλλοντεϲ μεγάλῃ τῇ φωνῇ, ὡϲ ἀκούεϲθαι αὐτοὺϲ ἀπὸ τριῶν μι- λίων τῆϲ πόλεωϲ.