Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 3
Not analysed yet
τοῦ οὖν ἐπιϲκόπου Γάζηϲ Εἰρηνίωνοϲ μετὰ ἐνιαυτὸν κοιμηθέντοϲ ἦλθον οἱ Γαζαῖοι πρὸϲ Ἰωάννην τὸν μητρο- πολίτην Καιϲαρείαϲ Παλαιϲτίνηϲ αἰτοῦντεϲ ἐπί|ϲκοπον. καὶ κηρύξ⌊αϲ νηϲτεί⌉αν ἐπὶ τοῦτο, ἀποκ⌊αλύπτεται⌉ αὐτῷ Πορφύριοϲ. ὁρᾷ ⌊τότε ὁ⌉ μακάριοϲ Πορφύριοϲ τὸν κύ- ριον ἐν ὁράματι λέγοντα αὐτῷ Παράδοϲ τὴν παραθή- κην ἣν παρεθέμην· ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ᾿ εὐπορωτάτῃ. ἐν τούτοιϲ οὖν μετὰ μικρὸν ἀποϲτέλλει αὐτὸν ὁ πατριάρχηϲ Πραΰλιοϲ πρὸϲ Ἰωάννην τὸν Καιϲαρείαϲ μητροπολίτην αἰτήϲαντοϲ αὐτοῦ τοῦτον αὐτῷ ἐκπεμφθῆναι λόγῳ ζητήματοϲ γραφικοῦ. ὃν κατα- λαβόντα χειροτονεῖ ἐπίϲκοπον Γάζηϲ δακρύοντα. καὶ. παραδοθεὶϲ τοῖϲ Γαζαίοιϲ ἦλθεν εἰϲ τὸν ναὸν τῆϲ ἁγίαϲ Εἰρήνηϲ, ὃν ἰρηνίων ὁ πρὸ αὐτοῦ ἐπίϲκοποϲ ᾠκοδόμηϲεν.