Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 33.1
Not analysed yet
οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὅϲον ἐθεώρουν προκόπτοντα τὸν Χριϲτιανιϲμόν, τοϲοῦτον ἐμαίνοντο καὶ ἐϲπούδαζον κακῶϲαι τοὺϲ Χριϲτιανοὺϲ καὶ πρό γε πάντων τὸν ὅϲιον αὐτῶν ποιμένα Πορφύριον. ποτὲ γὰρ ἀντιβολῆϲ γενο- μένηϲ χάριν χωρίων μεταξὺ τοῦ οἰκονόμου τῆϲ ἁγίαϲ ἐκ- κληϲίαϲ καὶ Ϲαμψύχου τοῦ πρωτεύοντοϲ, ὁ θεοφιλὴϲ Βαρωχᾶϲ ὁρῶν τὸν οἰκονόμον ὑβριζόμενον ἀντελάβετο αὐτοῦ καὶ ἤρξατο ὑβρίζειν τὸν εἰρημένον Ϲάμψυχον. ἀκούϲαντεϲ δὲ καὶ οἱ λοιποὶ τοῦ βουλευτηρίου ϲυν- αχθέντεϲ ἐπῆλθον τῷ τε οἰκονόμῳ καὶ τῷ θεοφιλεῖ Βαρωχᾷ, ϲυνανέβηϲαν δὲ τοῖϲ βουλευταῖϲ καὶ πολλοὶ τῶν πολιτῶν πρόφαϲιν εὑρόντεϲ τοῦ κακῶϲαι τοὺϲ ἀπὸ τῆϲ πίϲτεωϲ, καὶ ὡϲ ἂν εἶποι τιϲ ἀπὸ μικροῦ ϲπινθῆροϲ τοϲοῦτο πῦρ ἥφθη καὶ ἐξεκαύθη ὡϲ κινδυνεῦϲαι πάνταϲ τοὺϲ Χριϲτιανοὺϲ ἀπολέϲθαι. τοϲοῦτον γὰρ ἐμάνηϲαν οἱ εἰδωλολάτραι ὡϲ αὐτοὺϲ ἐπᾶραι καὶ ξίφη καὶ ῥόπαλα καὶ φονεῦϲαι ὀνόματα ἑπτὰ καὶ ἄλλουϲ πολλοὺϲ πλῆξαι· εἶτα μὴ ἀρκεϲθέντεϲ τούτοιϲ ἐπ’ αὐτὸν τὸν ποιμένα ὥρμηϲαν. προδραμόντεϲ δέ τινεϲ χαίροντεϲ τῷ ἀγαθῷ ἀπήγγειλαν τῷ ὁϲιωτάτῳ ἐπιϲκόπῳ τὴν καταδρομὴν τοῦ πλήθουϲ. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ προϲκαλεϲάμενόϲ με εἶπεν· Φύγωμεν, ἀδελφέ, καὶ κρυβῶμεν μικρὸν ἕωϲ οὗ παρέλθῃ ἡ ὀργὴ κυρίου. καὶ τοιχοβατήϲαντεϲ ἐφύγομεν διὰ τῶν δωμάτων. οἱ δὲ εἰδωλομανεῖϲ κατεάξαντεϲ τὰϲ θύραϲ τοῦ ἐπιϲκοπείου ἐπειϲῆλθον καὶ μὴ εὑρόντεϲ τὸν ἐν ἁγίοιϲ Πορφύριον πάντα τὰ ἐκεῖ εὑρεθέντα διήρ- παϲαν. ἐγῶ δὲ καὶ ὁ μακάριοϲ Πορφύριοϲ φυγόντεϲ διὰ τῶν δωμάτων εὕραμεν παιδίϲκην ὡϲ ἐτῶν δέκα τεϲϲάρων, ἥτιϲ ἐπιγνοῦϲα τὸν ὅϲιον ἐπίϲκοπον προϲ- ἐπεϲεν τοῖϲ ποϲὶν αὐτοῦ. ὁ δὲ μακάριοϲ ἐπηρώτηϲεν αὐτὴν τίϲ ἐτύγχανεν καὶ ποίων γονέων. ἡ δὲ παιδίϲκη ἀποκριθεῖϲα εἶπεν ὅτι ὀρφανὴ τυγχάνει ἔκ τε πατρὸϲ καὶ μητρόϲ, μάμμην δὲ ἔλεγεν ἔχειν γραῦν τῷ ϲώματι ἀϲθενῆ, καὶ αὐτὴν ἐργάζεϲθαι καὶ τρέφειν ἑαυτὴν καὶ τὴν αὐτῆϲ μάμμην. ἐπηρώτα δὲ αὐτὴν εἰ Χριϲτιανὴ ὑπῆρχεν, ἣ δὲ πάλιν εἶπεν μὴ εἶναι, ἀλλ’ ἐπιθυμεῖν ἐκ πολλοῦ Εἴπερ εἰμὶ ἀξία. ὁ δὲ εὔϲπλαγχνοϲ Πορφύριο ἀκούϲαϲ τὸν λόγον τῆϲ παιδίϲκηϲ καὶ κατανυγεὶϲ ἐδά- κρυϲεν εἰπών Πῶϲ πρόχειρον ὑπάρχει εἰϲ τὸ ἀγαθὸν τῶν Γαζαίων γένοϲ. ἀλλ’ ὁ ἀντικείμενοϲ ϲπουδάζει ἐμ- ποδίζειν τῇ τοιαύτῃ προαιρέϲει, ὃν ὁ κύριοϲ πατάξει τῷ λόγῳ τοῦ ϲτόματοϲ αὐτοῦ. εἶπεν δὲ τῇ κόρῃ· Ἄγαγε ἡμῖν ἐνταῦθα ψίαθον ἐν τῷ δωματίῳ τούτῳ, ἵνα μείνω- μεν ἐνταῦθα ἕωϲ οὐ καταϲτῇ ὁ θόρυβοϲ τῆϲ πόλεωϲ, καὶ μὴ ἀπαγγείλῃϲ τινὶ ὅτι ἐνταῦθά ἐϲμεν. ἣ δὲ ὅρκοιϲ διεβεβαιοῦτο μὴ ἐκφαίνειν μηδὲ τῇ μάμμῃ αὐτῆϲ. κατ ελθοῦϲα δὲ διά τινοϲ οἰκίϲκου εἰϲ τὸν αὐτῆϲ οἶκον ἤγαγεν τὸ ψιάθιον καὶ τύλην ἀχύρων, 〈καὶ〉 καθαπλώ- ϲαϲα τὸν ψίαθον ὑπέβαλεν τὴν τύλην, καὶ προϲπεϲοῦϲα τοῖϲ ποϲὶν τοῦ μακαρίου παρεκάλει αὐτὸν γεύϲαϲθαι τῶν μετρίων αὐτῆϲ βρωμάτων καὶ μὴ ἀναξιοπαθῆϲαι ἐπὶ τῇ πτωχείᾳ αὐτῆϲ· ἦν γὰρ καὶ πρὸϲ ἑϲπέραν. ὁ δὲ ὅϲιοϲ θέλων μιμητὴϲ γενέϲθαι τοῦ μεγάλου προφήτου Ἰλίου εἶπεν τῇ κόρῃ· Ϲπούδαϲον, θύγατερ, καὶ ἄγαγε, ἵνα ϲοι. ἀποδῷ ὁ κύριοϲ δι’ ἐμοῦ πνευματικὴν τροφὴν καὶ ϲαρ- κικήν. ἣ δὲ ϲπεύϲαϲα κατέβη καὶ ἀπελθοῦϲα ἠγόραϲεν ἄρτον καὶ ἐλαίαϲ καὶ τυρὸν καὶ βρεκτὸν ὄϲπριον καὶ. οἶνον, ἤγαγεν δὲ πάντα καὶ παρέθηκεν ἐνώπιον ἡμῶν εἰποῦϲα· Λάβετε, κύριοί μου, καὶ εὐλογήϲατε τὴν πτω- χείαν μου. ὁ δὲ μακάριοϲ πάλιν κατανυγεὶϲ ἐδάκρυϲεν, προεωρακὼϲ ἣν ἤμελλεν ἔχειν πίϲτιν εἰϲ τὸν Χριϲτόν. καὶ ἀναϲτάντεϲ καὶ ποιήϲαντεϲ τὰϲ ϲυνήθειϲ εὐχὰϲ καὶ καθίϲαντεϲ . . . ἐγῶ καὶ τυροῦ καὶ οἴνου μετέλαβον, ὁ δὲ ὅϲιοϲ ἄρτου καὶ βρεκτοῦ ὀϲπρίου καὶ ὕδατοϲ. καὶ ἀπολύϲαντεϲ τὴν κόρην πρὸϲ τὴν αὐτῆϲ μάμμην ἡμεῖϲ ὑπνώϲαμεν ἐν τῷ δωματίῳ· ἦν γὰρ καὶ θέρουϲ ὥρα. ἐπηρωτήϲαμεν δὲ καὶ τὸ ὄνομα τῆϲ κόρηϲ, εἶπεν δέ· Ϲαλαφθά, ὃ ἑρμηνεύεται Ἑλληνιϲτὶ Εἰρήνη. ἐποιήϲα- μεν δὲ καὶ τὴν ἑξῆϲ ἐν τῷ δωματίῳ, τῆϲ καλῆϲ Εἰρήνηϲ ποιούϲηϲ ἡμῖν πᾶϲαν ἀπόκριϲιν μετὰ πολλῆϲ προθυμίαϲ. ὡϲ δὲ ἔγνωμεν ὅτι κατέϲτη ὁ θόρυβοϲ τῆϲ πόλεωϲ, ἐπο- ρεύθημεν διὰ τῆϲ νυκτὸϲ εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν καὶ ἀνελθόντεϲ εἰϲ τὸ ἐπιϲκοπεῖον οὐδὲν εὕραμεν ἐν αὐτῷ εἰ μὴ τὸν θεοφιλῆ Βαρωχᾶν κείμενον καὶ ἐϲχάτωϲ ἔχοντα ἐκ τῶν ἐπενεχθέντων αὐτῷ πληγῶν παρὰ τῶν ἀθέων καὶ ἀϲεβῶν εἰδωλολατρῶν. μετὰ δὲ ὀλίγαϲ ἡμέραϲ γνοὺϲ τὰ γενόμενα ἐν τῇ πόλει ὁ ὑπατικόϲ (Kλᾶροϲ δὲ ἐκα- λεῖτο), πέμπει κομενταρήϲιον μετὰ πολλῆϲ βοηθείαϲ καὶ. ὡϲφαλίζεται οὓϲ ἐνέδειξαν οἱ δημοϲιεύοντεϲ καὶ παριϲτᾷ εἰϲ Καιϲάρειαν, καὶ τοὺϲ μὲν ἐτιμωρήϲατο, τοὺϲ δὲ βου- ευρίϲαϲ ἀπέλυϲεν, καὶ ποιήϲαϲ οὐ μικρὸν φόβον οὕτωϲ κατέϲτηϲεν τὴν πόλιν.