Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 32
Not analysed yet
μετὰ δὲ πενταετῆ χρόνον ἐτελειώθη τὸ ἔργον τῆϲ ἁγίαϲ ἐκκληϲίαϲ τῆϲ μεγάληϲ, ἐκλήθη δὲ Εὐδοξιανὴ ἐκ τοῦ ὀνόματοϲ τῆϲ θεοφιλεϲτάτηϲ Εὐδοξίαϲ τῆϲ βαϲιλίδοϲ. ἐπετέλεϲεν δὲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ τὰ ἐγκαίνια τῇ ἡμέρᾳ τῇ ἀναϲταϲίμῳ τοῦ ἁγίου πάϲχα πολυτελῶϲ, μὴ φειϲάμενοϲ δαπάνηϲ, ἀλλὰ ϲυνάξαϲ πάνταϲ τούϲ μονα- χοὺϲ ὡϲ ὀνόματα χίλια μετ’ ἄλλων εὐλαβῶν κληρικῶν καὶ λαικῶν καὶ ἐπιϲκόπων ἐποίηϲεν εὐφροϲύνην τὰϲ πάϲαϲ ἡμέροϲ τοῦ ἁγίου πάϲχα. καὶ ἦν θεάϲαϲθαι ἀγ- γελικοὺϲ χοροὺϲ οὐ μόνον ἐν τῇ ἀκολουθίᾳ τῇ ἐκκλη- ϲιαϲτικῇ, ἀλλὰ καὶ ἐν ταῖϲ ὥραιϲ, ἡνίκα ἐγεύοντο. οὐ μόνον γὰρ ἦν ἡ τράπεζα αἰϲθητή, ἀλλὰ καὶ πνευματική. μετὰ γὰρ τὸ ὄψον ἐλέγετο ψαλμὸϲ καὶ μετὰ τὸ πόμα ὕμνοϲ. οἱ δὲ τῆϲ εἰδωλομανίαϲ ὁρῶντεϲ τὰ γινόμενα ἐτήκοντο τῇ καρδίᾳ. καὶ γὰρ πανταχόθεν ἤρχοντο ξένοι θεάϲαϲθαι τὸ κάλλοϲ καὶ τὸ μέγεθοϲ τῆϲ εἰρημένηϲ ἁγίαϲ ἐκκληϲίαϲ· ἐλέγετο γὰρ παϲῶν τῶν ἐκκληϲιῶν τῶν κατ’ ἐκεῖνο καιροῦ μείζων. τούτου ἕνεκεν ὅτε τούϲ θεμε- λίουϲ ἔβαλεν τὴν ἀρχὴν ἐνεκαλεῖτο παρά τινων πιϲτῶν, ὅτι μεγάλην αὐτὴν ἐχάραξεν ὀλίγων ὄντων Χριϲτιανῶν ἐν τῇ πόλει, καὶ ἀποκριθεὶϲ ὁ ὁϲιώτατοϲ Πορφύριοϲ εἶπεν Μὴ ἔϲηται· ἡ πίϲτιϲ ὑμῶν ὀλίγη· εὔελπιϲ γάρ εἰμι εἰϲ τὸν κύριον Ἰηϲοῦν Χριϲτὸν τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πληθύνει τὴν ποίμνην αὐτοῦ καὶ μεγαλύνει πλέον τὸν Οἶκον τοῦτον ἐκ τοῦ μὴ δύναϲθαι τὰ πλήθη τῶν Χρι- ϲτιανῶν χωρεῖν· οὕτε γάρ ἐϲτιν ἀνθρώπινον τὸ τῶν Χριϲτιανῶν δόγμα, ἵνα πρὸϲ καιρὸν ὀφθῇ καὶ καταλυθῇ, ἀλλὰ θεικὸν καὶ αὔξηϲιν ἐπιδεχόμενον. ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ διελέγετο ὁ μακάριοϲ τοῖϲ πιϲτοῖϲ, οὐ μόνον ἐν τῇ ἐκκληϲίᾳ ἀλλὰ καὶ ἐν ἑκάϲτῳ τόπῳ φωταγωγῶν καὶ ὠφελῶν τὸν φιλόχριϲτον λαόν. μετὰ δὲ τὰϲ ἡμέ- ραϲ τῆϲ ἑορτῆϲ τὰ πλήθη μετ’ εἰρήνηϲ ἕκαϲτον εἰϲ τὰ ἴδία ἀπέλυεν. μετὰ δὲ τὸ κτίϲαι καὶ ἁγιάϲαι τὴν μένην ἁγίαν ἐκκληϲίαν ἔταξεν δίδοϲθαι ἑκάϲτῳ ξένῳ ἐνδημοῦντι τῇ πόλει μιᾶϲ ἡμέραϲ τὸ ἀνάλωμα, ἐχορήγει δὲ καὶ ἑκάϲτῳ πτωχῷ ξένῳ τε καὶ πολίτῃ καθ’ ἑκάϲτην ἡμέραν ἀνὰ ὀβολοὺϲ ἕξ ἐκτὸϲ ὧν αὐτὸϲ παρεῖχεν δι’ ἑαυτοῦ τοῖϲ προϲερχομένοιϲ αὐτῷ ἔν τε ἱματίοιϲ καὶ ἀργυρίῳ καὶ χρυϲίῳ, ἑκάϲτῳ παρέχων πρὸϲ τὴν αὐτοῦ ἀξίαν, καὶ οὐδεὶϲ ἦν ἄμοιροϲ τῶν δεομένων τῶν αὐτοῦ χαριϲμάτων. ἐν δὲ ταῖϲ ἡμέραιϲ τῶν νηϲτειῶν τῆϲ ἁγίαϲ παϲχαλίαϲ ἐχορήγει ἑκάϲτῳ πτωχῷ ἀνὰ ὀβολοὺϲ δέκα ἐπὶ ἡμέραϲ τεϲϲαράκοντα, παρακελευϲάμενοϲ ἐν τῇ αὐ- τοῦ εὐϲεβεῖ διαθήκῃ πάντωϲ δίδοϲθαι τοὺϲ εἰρημένουϲ δέκα ὀβολούϲ τὰϲ τεϲϲαράκοντα ἡμέραϲ, ἀφορίϲαϲ πρόϲ οδον ἐξ ἧϲ αὐτοὺϲ δίδοϲθαι βουληθεὶϲ ἐν τῇ εἰρημένῃ δια- θήκῃ ἐνέταξεν, εἰ μὴ χορηγηθείη ταῦτα καθ’ ἕκαϲτον ἐνιαυτόν, τὴν εἰρημένην πρόϲοδον ἔρχεϲθαι εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν Καιϲαρείαϲ. ταῦτα δὲ ὕϲτερον ἐγένετο.