Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 5-2
Not analysed yet
ὄντων δὲ τῶν ἀρχόντων ἔτι ἀπίϲτων πολλὰ κακὰ τοῖϲ Χριϲτιανοῖϲ ἐπεδείκνυντο. Βαρωχᾶϲ τοίνυν ὁ ἀνά θρεπτοϲ τοῦ ἁγίου ἀποϲταλεὶϲ ἀνύϲαι εἰϲ κώμην κανόνα ἐκκληϲιαϲτικόν —γεωργὸϲ οὖν τιϲ Ἕλλην ἀντιταξάμενοϲ αὐτῷ ἐποίηϲεν ταραχήν, καὶ ἀθροιϲθέντεϲ οἱ Ἕλληνεϲ τύπτουϲι τὸν Βαρωχᾶν ἕωϲ θανάτου. Κορνήλιοϲ δὲ διά- κονοϲ εὺρὼν αὐτὸν ὡϲεὶ νεκρὸν ἤγαγεν ἐν τῇ πόλει. ᾧτινι ὀργιϲθέντεϲ οἱ Ἕλληνεϲ ἔτυψαν αὐτόν, ὅτι νεκρὸν εἰϲήγαγεν εἰϲ τὴν πόλιν. γνοὺϲ δὲ ὁ ἅγιοϲ ἐξελθὼν μετὰ πολλὰϲ παραινέϲειϲ μόλιϲ τούτουϲ εἰρήνευϲεν. πάλιν δὲ ἐπιβάντων ἐνδυναμωθεὶϲ ὁ θεοφιλὴϲ Βαρωχᾶϲ, ὁ παῤ αὐτοῖϲ νεκρὸϲ νομιζόμενοϲ, ἁρπάϲαϲ ξύλον ἐδίωξεν οὐ τοὺϲ μέχρι τοῦ Μαρνείου.