Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 7
Not analysed yet
εἰτα γέγονε θαῦμα μέγα. γυνή τιϲ μέλλοϲα τίκτειν ἐκτραπεῖϲα τοῦ κατὰ φύϲιν τοκετοῦ ἐπὶ τὸ παρὰ φύϲιν τὴν χεῖρα ἐξήνεγκεν, καὶ πολλῶν ἰατρῶν καὶ ἐπαοιδῶν τῶν Ἐλλήνων ἐλθόντων οὐδὲν ὠφέληϲαν τὴν γυναῖκα. ταύτηϲ δὲ κινδυνευούϲηϲ ἡ τροφὸϲ αὐτῆϲ οκα Χριϲτιανὴ ἀπῄει εὐχομέν⌊η εἰϲ⌉ τούϲ εὐκτηρίουϲ οἴκουϲ. ἥν ὁ ἅγιοϲ εὺρὼν καὶ τὴν αἰ[τίαν μα⌉θὼν λέγει αὐτῇ· Ἐπει⌊δὴ κατεί⌉ δωλόϲ ἐϲτιν ὁ οἰκὸϲ τῆ|ϲ παϲχού⌉ϲηϲ, ἀπελθοῦϲα εἰπὲ ⌊αὐτοῖϲ⌉ δοῦναι λόγον τῷ μέλλοντι ⌊αύτην⌉ θερα- πεύειν ὡϲ πληρο[ῦϲι τὸ πα]ρ’ αὐτοῦ προϲταττόμενον [καὶ ἡνί⌉κα ἐκτείνωϲιν εἰϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ, εἰπὲ τῇ παϲχούϲῃ· Ἰηϲοῦϲ Χριϲτόϲ, ὁ υἱὸϲ τοῦ θεοῦ ἰᾶταί ϲε, εἰϲ αὐτὸν πίϲτευϲον καὶ ϲωθήϲῃ. καὶ τοῦτο ποιήϲαϲα καὶ λέξαϲα αὐτῇ, εὐθέωϲ τὸ βρέφοϲ κατῆλθε ζῶν, ὥϲτε πάν- ταϲ κράξαι Μέγαϲ ὁ θεὸϲ τῶν Χριϲτιανῶν, μέγαϲ δὲ καὶ ὁ ἱερεὺϲ αὐτοῦ Πορφύριοϲ. καὶ μετ’ ὀλίγον ἐβάπτιϲε τήν τε γυναῖκα καὶ τούϲ γονεῖϲ αὐτῆϲ ἅμα τῷ βρέφει,, ὀνομάϲαϲ αὐτὸ Πορφύριον. οἱ δὲ βαπτιϲθέντεϲ ὑπῆρχον τὸν ἀριθμὸν ἑξήκοντα τέϲϲαρεϲ.