Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 7.1
Not analysed yet
τῷ δὲ ἐνιαυτῷ ἐκείνῳ ϲυμβαίνει ἀνομβρίαν γενέϲθαι καὶ ἐπέγραφον πάντεϲ οἱ ἀπὸ τῆϲ πόλεωϲ τὸ πρᾶγμα τῇ εἰϲόδῳ τοῦ μακαρίου, λέγοντεϲ ὅτι Ἐχρηματίϲθη ἡμῖν ὑπὸ τοῦ Μάρνα, ὅτι κακοπόδινόϲ ἐϲτιν ὁ Πορφύ- ριοϲ τῇ πόλει. ὡϲ δὲ ἐπέμενεν μὴ βρέχων ὁ θεὸϲ τὸν παῤ αὐτοῖϲ πρῶτον μῆνα καλούμενον Δῖον, ἔτι δὲ καὶ τὸν δεύτερον Ἀπελλαῖον, πάντεϲ ἐθλίβοντο. ϲυναχθέντεϲ δὲ οἱ τῆϲ εἰδωλομανίαϲ εἰϲ τὸ Μαρνεῖον, πολλὰϲ θυϲίαϲ καὶ εὐχὰϲ ἐποίουν τούτου ἕνεκεν· ἔλεγον γὰρ τὸν Μάρ- ναν κύριον εἶναι τῶν ὄμβρων, τὸν δὲ Μάρνᾶν λέγουϲιν εἶναι τὸν Δία. ὡϲ δὲ ἐπέμενον ἡμέραϲ ἑπτὰ λέγοντεϲ ὕμνουϲ καὶ ἐξερχόμενοι ἔξω τῆϲ πόλεωϲ εἰϲ τόπον κα- λούμενον προϲευχῆϲ, ὀλιγωρήϲαντεϲ ἀνεχώρηϲαν ἐπὶ τὰ ἴδια ἔργα μηδὲν ἀνύϲαντεϲ. τούτων οὕτωϲ γενομένων ϲυναχθέντεϲ οἱ Χριϲτιανοὶ μετὰ ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων τὸν ἀριθμὸν διακόϲιοι ὀγδοήκοντα παρεκά- λουν τὸν ὅϲιον Πορφύριον ἅμα αὐτοῖϲ ἐξελθεῖν εἰϲ προϲ- ευχὴν καὶ λιτανεῦϲαι περὶ τοῦ καταπεμφθῆναι τοὺϲ ὄμ- βρουϲ· ἤδη γὰρ λιμὸϲ ἐγένετο, καὶ πολλῷ γε πλέον ὅτι ἐπέγραφον τῇ εἰϲόδῳ τοῦ μακαρίου τὴν ἀνομβρίαν πειϲθεὶϲ δὲ ὁ ὅϲιοϲ καὶ κηρύξαϲ νηϲτείαν ἐκέλευϲεν πάνταϲ ἀφ’ ἑϲπέραϲ ϲυναχθῆναι εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, ἵνα ἐκεῖ τὴν ἀγρυπνίαν ἐπιτελέϲωμεν. ἐποιήϲαμεν δὲ δι’ ὅληϲ τῆϲ νυκτὸϲ εὐχὰϲ τριάκοντα καὶ τοϲαύταϲ γονυ- κλιϲίαϲ ἐκτὸϲ χορῶν καὶ τῶν ἀναγνωϲμάτων. πρωίαϲ δὲ γενομένηϲ λαβόντεϲ τὸ ϲημεῖον τοῦ τιμίου ϲταυροῦ, προ- ηγουμένου ἡμῶν ἐξήλθομεν μετὰ ὕμνων ἐπὶ τὴν ἀρχαίαν ἐκκληϲίαν τὴν ἀπὸ δυϲμῶν τῆϲ πόλεωϲ, ἣν λέγουϲι κτί- ζειν τὸν ἁγιώτατον καὶ μακαριώτατον Ἀϲκληπᾶν τὸν ἐπίϲκοπον τὸν πολλούϲ διωγμοὺϲ ὑπομείναντα ὑπὲρ τῆϲ ὀρθοδόξου πίϲτεωϲ, οὗτινοϲ ὁ βίοϲ καὶ τὰ ἔργα ἀναγέ- γραπται ἐν τῷ παραδείϲῳ τῆϲ τρυφῆϲ. γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκληϲίᾳ κἀκεῖ εὐχὰϲ τοϲαύταϲ ἐποιή- ϲαμεν, κἀκεῖθεν ἐξελθόντεϲ ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυροϲ Τιμοθέου, ἐν ᾧ ἀπό- κεινται καὶ ἄλλα λείψανα Μαΐουροϲ μάρτυροϲ καὶ Θεῆϲ ὁμολογητρίαϲ, κἀκεῖ τοϲαύταϲ εὐχὰϲ καὶ γονυκλιϲίαϲ ποιή- ϲαντεϲ ὑπεϲτρέψαμεν εἰϲ τὴν πόλιν, ποιήϲαντεϲ ἐν τῇ ὁδῷ τρεῖϲ εὐχὰϲ καὶ τρεῖϲ γονυκλιϲίαϲ. γενόμενοι δὲ περὶ τὴν πόλιν εὕραμεν αὐτὴν κεκλειϲμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆϲ εἰδωλομανίαϲ βουλόμενοι διαϲκεδάϲαι. τὸν λαὸν τοῦτο πεποιήκαϲιν, ἵνα μὴ πληρώϲωμεν τὴν λιτάνειον. ὡϲ δὲ ἐμείναμεν ὥραϲ δύο πρὸ τῆϲ πύληϲ καὶ οὐδεὶϲ ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸϲ τὴν ὑπομονὴν |τοῦ λαοῦ καὶ τὰϲ οἰμωγὰϲ καὶ τὰ ἄφατα δάκρυα, μάλιϲτα τοῦ ὁϲίου ἀνδρόϲ, ϲπλαγχνιϲθεὶϲ ὡϲ ἐπὶ τοῦ μεγάλου Ἠγλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται ϲυννεφὴϲ ὁ οὐρανὸϲ καὶ ἄρχονται ἀϲτραπαὶ καὶ βρονταὶ γίνεϲθαι ἄμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺϲ ὄμβροϲ, ὡϲ νομίζεϲθαι ϲταγόναϲ μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ’ οὐρανοῦ καταφέρεϲθαι. ἡμεῖϲ δὲ ἀπὸ πολλῆϲ χαρᾶϲ ϲχεδὸν οὐκ ῇϲθόμεθα ἀλλήλουϲ γὰρ ἦμεν περιπτυξά- μενοι. τινὲϲ δὲ τῶν Ἑλλήνων θεαϲάμενοι ὅϲα ἐποίηϲεν ἡμῖν ὁ θεὸϲ θαύματα, πιϲτεύϲαντεϲ ἤνοιξαν τὴν πύλην καὶ ϲυνεμίγηϲαν ἡμῖν βοῶντεϲ· Ὁ Χριϲτὸϲ μόνοϲ θεόϲ, αὐτὸϲ μόνοϲ ἐνίκηϲεν. ϲυνῆλθον δὲ ἡμῖν εἰϲ τὴν ἁγίαν ἐκκληϲίαν, κἀκεῖθεν ἀπέλυϲεν αὐτοὺϲ ὁ μακάριοϲ μετ’ εἰρήνηϲ ϲψραγίϲαϲ τῇ τοῦ Χριϲτοῦ ϲφραγῖδι. ἦϲαν δὲ τὸν ἀριθμὸν ρκζ, ἄνδρεϲ ὡϲ οη καὶ γυναῖκεϲ λε καὶ παιδία ιδ, ἐξ ὧν ἦϲαν κόραι ε. ἡμεῖϲ δὲ ποιήϲαντεϲ τὴν τελείαν εὐχαριϲτίαν ἀνεχωρήϲαμεν ἕκαϲτοϲ μετὰ χαρᾶϲ καὶ εἰρή- νηϲ εἰϲ τὰ ἴδια ἑαυτῶν. τοϲοῦτοϲ δὲ ὄμβροϲ κατηνέχθη τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥϲτε πάνταϲ φο- βηθῆναι ἵνα μὴ ϲυμπτώματα οἴκων γένηται· τὰ 〈γὰρ〉 πλεῖϲτα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. ἐποίηϲεν δὲ βρέ- χων ὁ κύριοϲ ἡμῶν Ἰηϲοῦϲ Χριϲτὸϲ ἀπαύϲτωϲ ἀπὸ τῆϲ ὀγδόηϲ Αὐδυναίου μέχρι τῆϲ δεκάτηϲ. ἔϲτιν δὲ 〈ὁ〉 παρ’ αὐτοῖϲ Αὐδυναῖοϲ Ἰανουάριοϲ μὴν κατὰ Ῥωμαίουϲ, πέντε δὲ ἡμέραϲ προάγουϲιν οἱ κατ’ αὐτοὺϲ μῆνεϲ τοὺϲ Ῥω- μαϊκούϲ. τῇ δὲ ἑνδεκάτῃ ἐπετελέϲαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεϲπότου Ἰηϲοῦ Χριϲτοῦ μετὰ χαρᾶϲ ὑμνοῦντεϲ καὶ εὐχαριϲτοῦντεϲ ἐπὶ πᾶϲιν οἷϲ ἐποίηϲεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. προϲετέθηϲαν δὲ τῇ τοῦ Χριϲτοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸϲ τοῖϲ ρκζ καὶ. ἄλλοι ρε.