Ancient Greek
ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΟΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 6.1
Not analysed yet
μετὰ δὲ τριετῆ χρόνον τοῦ χειροτονηθῆναι αὐτὸν ϲυμβαίνει τὸν ἐπίϲκοπον τῆϲ προλελεγμένηϲ πόλεωϲ Γάζηϲ ἐξελθεῖν τοῦ βίου Αἰνείαϲ ἦν οὗτοϲ, ἐλάχιϲτον χρόνον ἐπιϲκοπήϲαϲ. πρὸ δὲ Αἰνείου Εἰρηνίων ἦν, ὃϲ καὶ αὐτὸϲ ϲυμπολίτηϲ γέγονεν τῶν ἀγγελικῶν δυνάμεων· οὗ τοὺϲ ἐπαίνουϲ ἀδύνατον ἐν παρεκβάϲει γραφῆναι, ἀλλ’ ἰδικῆϲ ἐχρῆν πραγματείαϲ εἰϲ τὸ ϲυντάξαι τὸν βίον τοῦ εἰρημένου ἀοιδίμου Εἰρηνίωνοϲ, ἄλλοιϲ δὲ ϲυγγρα- φεῦϲιν παραχωροῦμεν τοῖϲ ἀκριβῶϲ ἐπιϲταμένοιϲ τὸν ἐκείνου βίον. κοιμηθέντοϲ οὖν τοῦ προλεχθέντοϲ ὁϲίου ἀνδρὸϲ ϲυναθροιϲθέντεϲ οἱ τότε ὄντεϲ Χριϲτιανοί, ὀλίγοι. καὶ εὐαρίθμητοι τυγχάνοντεϲ, μετὰ τῶν ἀπὸ τοῦ κλήρου καὶ βουλευϲάμενοι ἐπὶ φανερὰϲ ἡμέραϲ τίνι ἐγχειρίϲαι. τὴν ἐπιϲκοπὴν οὐδὲν ἤνυον, φιλονεικίαϲ κρατηϲάϲηϲ ἐν αὐτοῖϲ, τῶν μὲν βουλομένων τινὰϲ τοῦ κλήρου, ἄλλων δὲ τῶν λαϊκῶν· κατὰ γὰρ τὸν ἀληθῆ λόγον ἦϲάν τινεϲ καὶ ἐν τοῖϲ λαϊκοῖϲ βίῳ καὶ ϲεμνότητι κεκοϲμημένοι. πολλῆϲ οὖν ϲυγχύϲεωϲ γινομένηϲ καὶ μηδενὸϲ εἰϲ ἔργον προβαίνοντοϲ τέλοϲ ϲυνέδοξεν πέντε τῶν κληρικῶν καὶ τοϲούτουϲ τῶν λαϊκῶν ἐμφανῶν ἐξελθεῖν πρὸϲ τὸν μητρο- πολίτην ἀρχιερέα καὶ αἰτῆϲαι αὐτὸν ἐπίϲκοπον, ὃν δἂν ἀποκαλύψῃ αὐτῷ τὸ πνεῦμα τὸ ἅγιον. ἦν δὲ ὁ τὴν ἀρχιερωϲύνην τὸ τηνικαῦτα ἐγκεχειριϲμένοϲ Ἰωάννηϲ, ἀνὴρ καὶ αὐτὸϲ δόκιμοϲ καὶ πάϲῃ ἀρετῇ κεκοϲμημένοϲ. ὡϲ οὖν παρεγένοντο πρὸϲ αὐτὸν οἱ Γαζαῖοι, παρεκάλουν αὐτὸν δοῦναι αὐτοῖϲ ἱερέα δυνατὸν ἔργῳ καὶ λόγῳ ἀντι- τάξαϲθαι τοῖϲ εἰδωλολάτραιϲ. ἀκούϲαϲ δὲ εὐθέωϲ ἐκή- ρυξε νηϲτείαν, καὶ μετὰ τρεῖϲ ἡμέραϲ ἀπεκάλυψεν αὐτῷ ὁ κύριοϲ περὶ τοῦ μακαρίου Πορφυρίου, καὶ γράφει ἐπι- ϲτολὴν τῷ μνημονευθέντι ὁϲίῳ Πραϋλίῳ τῷ ἐπιϲκόπῳ Ἱεροϲολύμων τὸν μακάριον Πορφύριον πέμψαι πρὸϲ αὐτὸν χάριν ζητήματόϲ τινοϲ τῆϲ γραφῆϲ ὀφείλοντοϲ ὑπ’ αὐτοῦ ἐπιλυθῆναι· ἦν γὰρ ἱκανὸϲ ὁ μακάριοϲ πᾶν νομιζόμενον εἶναι δυϲχερὲϲ τῶν τῆϲ θείαϲ γραφῆϲ ἐπι- λῦϲαι, τοῦτο δὲ εἶχεν ἀπὸ χαρίϲματοϲ πνεύματοϲ ἁγίου. καὶ πιϲτεύϲαϲ τοῖϲ γράμμαϲιν τοῦ μακαρίου Ἰωάννου ὁ θεοφιλὴϲ Πραΰλιοϲ τοῦτον ἀπέλυϲεν, παραγγείλαϲ αὐτῷ περαιτέρω ἑπτὰ ἡμερῶν μὴ χρονίϲαι. ἀκούϲαϲ δὲ ὁ μακάριοϲ Πορφύριοϲ τὴν δύναμιν τῶν γραφέντων ὑπὸ τοῦ ὁϲιωτάτου Ἰωάννου τὸ μὲν πρῶτον ἐθορυβήθη, μετὰ δὲ ταῦτα εἶπεν Τὸ θέλημα τοῦ θεοῦ γενηθήτω. καὶ. προϲκαλεϲάμενόϲ με ἐν τῇ ἑϲπέρᾳ ἐκείνῃ λέγει μοι· Ἀδελφὲ Μάρκε, πορευθῶμεν καὶ προϲκυνήϲωμεν τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρόν· πολὺϲ γὰρ χρόνοϲ ἔχει παρελθεῖν ἕωϲ οὗ πάλιν προϲκυνήϲομεν. ἐγὼ δὲ εἶπον· Διὰ τί |οὕτω λέγειϲ, πάτερ; ὃ δὲ ἀποκριθεὶϲ εἶπεν· Τῇ παρελθούϲῃ νυκτὶ εἶδον τὸν ϲωτῆρα λέγοντά μοι· Τὴν παραθήκην ἣν παρεθέμην ϲοι ἀποκατάϲτηϲον. ζεῦξαι γάρ ϲε θέλω γυναικὶ ταπεινῇ μὲν ἀλλ’ εὐτρόπῳ, ϲὺ δὲ λαμβάνων αὐτὴν κόϲμηϲον, ἵνα ἐπιλάθηται τῆϲ προτέραϲ αὐτῆϲ πτωχείαϲ. εἰ γὰρ καὶ ταπεινὴ τυγχάνει, ἀλλ’ οὐκ ἔϲτιν μου ἀλλοτρία, ἀλλὰ γνηϲία μου ἀδελφή. ϲὺ δὲ παραφύλαξαι ἵνα μὴ ὡϲ ἔχων γυναῖκα καὶ φρον- τίζων οἴκου ἐξ ἀδικίαϲ ἢ βίαϲ ἢ παρανομίαϲ ϲυναγάγῃϲ, ἐπεὶ κἀμὲ παρώργιϲαϲ κἀκείνην λυπεῖϲ· ἀπαρέϲκεται γὰρ καὶ αὕτη τοῖϲ τοιούτοιϲ. ϲὺ δὲ μόνον ἔχε προθυμίαν ἀγαθήν, καὶ πάντα ϲοι χορηγηθήϲεται ὅθεν οὐ προϲ- δοκᾷϲ. ταῦτά μοι ὁ δεϲπότηϲ Χριϲτὸϲ ἐδήλωϲεν ἐν τῇ παρελθούϲῃ νυκτί, καὶ φοβοῦμαι μή πωϲ θέλων ἕξι- λάϲαϲθαι τὰϲ ἐμὰϲ ἁμαρτίαϲ ἐξιλάϲωμαι καὶ ἄλλων πολ- λῶν. ἀλλ’ ὅμωϲ οὐκ ἔϲτιν ἀντειπεῖν τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα εἰπὼν ἐπορεύθη, κἀγὼ δὲ ϲὺν αὐτῷ, καὶ. προϲκυνήϲαντεϲ τοὺϲ ἁγίουϲ τόπουϲ καὶ τὸν τίμιον ϲταυρὸν καὶ πολλὰ εὐξάμενοϲ καὶ δακρύϲαϲ ἔθηκεν ἐν τῷ χρυϲῷ γλωϲϲοκόμῳ τὸν τίμιον καὶ ζωοποιὸν ϲταυρὸν καὶ ἀϲφαλιϲάμενοϲ ἐξῆλθεν, καὶ ἀπελθὼν πρὸϲ τὸν μα- κάριον Πραΰλιον τὸν ἐπίϲκοπον παρέδωκεν αὐτῷ τὰϲ κλεῖϲ καὶ λαβὼν εὐχὴν μετὰ παραθέϲεωϲ ἐξῆλθεν. ἐλ- θόντεϲ δὲ εἰϲ τὸ καταγώγιον εὐτρεπιζόμεθα. μιϲθωϲά- μενοι δὲ κτήνη τρία καὶ λαβόντεϲ τὰ ἐνόδια ἐξήλθομεν· τὰ δὲ ἐνόδια ἦν πάντα τὰ ἐν τῷ οἴκῳ. ἦμεν δὲ ἐν τῇ ὁδῷ πέντε, αὐτόϲ τε ὁ μακάριοϲ κἀγὼ καὶ δύο ὀνηλάται καὶ ἄλλοϲ ὑπηρέτηϲ νεώτεροϲ ὀνόματι Βαρωχᾶϲ, ὅντινα εὗρεν ὁ μακάριοϲ πρὸ ὀλίγου χρόνου ἐρριμμένον ἐν τῇ πλατείᾳ ὄντα ἐν ἐϲχάτῳ κινδύνῳ καὶ λαβὼν ϲυνήγαγεν, καὶ ἀναλώϲαϲ πολλὰ εἰϲ αὐτὸν τῇ βοηθείᾳ τοῦ Χριϲτοῦ τοῦτον ὑγιῆ ἐποίηϲεν. ἐξ ἐκείνου οὖν ἔμεινεν παρ’ αὐτῷ ἐξυπηρετούμενοϲ αὐτῷ ἅμα ἐμοί. τὰ δὲ κατὰ τὸν θεο- ϲεβῆ Βαρωχᾶν τοῦ λόγου προϊόντοϲ φράϲω. ὁδεύϲαντεϲ δὲ τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ ἑξῆϲ ἤλθομεν εἰϲ Καιϲάρειαν. διεδόθη δὲ εἰϲ πᾶϲαν τὴν πόλιν ἡ παρουϲία [τῆϲ εἰϲόδου] ἡμῶν· ἦν γὰρ ὀνομαϲτὸϲ ὁ μακάριοϲ διὰ τὸ εἶναι αὐτὸν φιλόπτωχον. ὡρμήϲαμεν δὲ εἰϲ τὸν ἐκεῖ ξενῶνα. ἀκοῦ- ϲαϲ δὲ ὁ μακάριοϲ Ἰωάννηϲ ὁ ἀρχιεπίϲκοποϲ δρομαῖοϲ παρεγένετο πρὸϲ ἡμᾶϲ, καὶ ἀϲπαϲάμενοι ἀλλήλουϲ καὶ εὐξάμενοι μικρὸν ἐκάθιϲαν. εἶπεν δὲ αὐτῷ ὁ ἀρχιεπί- ϲκοποϲ· Ἀνάϲτα, ἀδελφέ, διὰ τὸν κύριον καὶ γεῦϲαι μετ’ ἐμοῦ, ἵνα ταχέωϲ ἀναϲτῶμεν εἰϲ τὴν ἀγρυπνίαν τῆϲ ἁγίαϲ κυριακῆϲ. ὀψὲ γὰρ ϲαββάτῳ εἰϲήλθομεν. ὁ δὲ μακάριοϲ Πορφύριοϲ παρε|κάλει αὐτὸν ϲυγχωρῆϲαι αὐτῷ τὴν ἑϲπέ- ραν διὰ τὸν κόπον τῆϲ ὁδοῦ· ἔλεγεν δὲ μετὰ τὸν πρῶ- τον ὕπνον ἀνίϲταϲθαι εἰϲ τὴν ἀγρυπνίαν. ὡϲ δὲ οὐκ ἐπείϲθη ὁ ἀρχιεπίϲκοποϲ, ἀναϲτὰϲ ὁ μακάριοϲ ϲυνεπο- ρεύθη αὐτῷ λαβὼν κἀμέ (τὸν γὰρ ἀδελφὸν Βαρωχᾶν εἰάϲαμεν ἐν τῷ ξενῶνι ἐγγὺϲ τῶν ἱματίων), καὶ προ- τραπέντεϲ παρ’ αὐτοῦ ἐδειπνήϲαμεν. πολλὰ δὲ ὁμιλή- ϲαντεϲ πνευματικὰ καὶ μικρὸν ὑπνώϲαντεϲ ἀνέϲτημεν εἰϲ τὴν ἀγρυπνίαν. τῇ δὲ νυκτὶ ἐκείνῃ μεταπέμπεται ὁ μα- κάριοϲ Ἰωάννηϲ τοὺϲ Γαζαίουϲ καὶ λέγει αὐτοῖϲ· Ἕτοιμοι ἔϲεϲθε ἐπὶ τὴν ἔξοδον· ϲήμερον γὰρ τὸν ἱερέα ὑμῶν λαμβάνετε, ἄνδρα ὃν ἀπέδειξεν ὁ κύριοϲ, ἄμεμπτον, θεο- φιλῆ, ζέοντα τῇ πίϲτει. πρωίαϲ δὲ γενομένηϲ ἁρπά- ϲαντεϲ τὸν μακάριον ἐχειροτόνηϲαν ἐπίϲκοπον Γάζηϲ. πολλὰ δὲ ἐδάκρυϲεν καὶ οὐκ ἦν κόροϲ τῶν δακρύων αὐτοῦ· ἔλεγεν γὰρ ἑαυτὸν ἀνάξιον εἶναι τῆϲ τοιαύτηϲ ἱερωϲύνηϲ. μόλιϲ δὲ παρακληθεὶϲ παρά τε τῶν Γαζαίων καὶ τῶν ἐκεῖ εὑρεθέντων Χριϲτιανῶν ἡϲύχαϲεν. ποιή- ϲαντεϲ δὲ τὴν ἁγίαν λειτουργίαν τῆϲ κυριακῆϲ πάλι προετράπημεν γεύϲαϲθαι μετὰ τοῦ ἀρχιεπιϲκόπου. ἐπέ- τρεψεν δὲ ἡμῖν τὴν ταχίϲτην ἐξελθεῖν, καὶ ποιήϲαντεϲ ἄλλην μίαν ἡμέραν ἐξήλθομεν. ἐκοιμήθημεν δὲ εἰϲ Διόϲ- πολιν κἀκεῖθεν νυκτερεύϲαντεϲ ὀψὲ βράδιον εἰϲήλθομεν εἰϲ Γάζαν πολλὰ κοπωθέντεϲ καὶ θλιβέντεϲ. ἡ δὲ αἰτία τῆϲ θλίψεωϲ αὕτη ἐτύγχανεν. πληϲίον Γάζηϲ κῶμαι τυγ- χάνουϲι παρὰ τὴν ὁδὸν αἵτινεϲ ὑπάρχουϲι τῆϲ εἰδωλο- μανίαϲ. ἐκ ϲυνθήματοϲ οὖν οἱ τούτων οἰκήτορεϲ κατ- ἐϲτρωϲαν πᾶϲαν τὴν ὁδὸν ἀκάνθων καὶ ϲκολόπων, ὥϲ τιναϲ μὴ δύναϲθαι παρελθεῖν, ἐξέχεαν δὲ βόρβορον καὶ. ἐκάπνιζον ἄλλα δυϲώδη, ὥϲτε ἡμᾶϲ ἐκ τῆϲ δυϲωδίαϲ πνί- γεϲθαι καὶ περὶ τὴν ὅραϲιν κινδυνεύειν. μόλιϲ οὖν δια- ϲωθέντεϲ περὶ τρίτην ὥραν νυκτερινὴν εἰϲήλθομεν εἰϲ τὴν πόλιν. τοῦτο δὲ τὸ δυϲχερὲϲ ἀπὸ προϲβολῆϲ δαι- μονικῆϲ ὑπήντηϲεν τῷ μακαρίῳ. ἀλλ’ οὐκ ἐδυϲχέρανεν ἐνόμιϲεν γὰρ τὴν ἐνέδραν τοῦ διαβόλου ὅτι ἠθέληϲεν ἐκ τῆϲ αὐτοῦ εἰϲόδου ἀποϲτρέψαι τὸν δίκαιον. ὡρμή- ϲαμεν δὲ εἰϲ τὸ ἐπιϲκοπεῖον, ὃ ἔκτιϲεν ὁ προονομαϲθεὶϲ ἐν ἁγίοιϲ Εἰρηνίων ὁ ἐπίϲκοποϲ μετὰ καὶ τῆϲ ἁγίαϲ ἐκ- κληϲίαϲ τῆϲ καλουμένηϲ Εἰρήνηϲ. τὸ δὲ ὄνομα λέγουϲιν αὐτὴν ἔχειν κατὰ δύο τρόπουϲ. φαϲὶν γὰρ οἱ ἀπὸ Γάζηϲ ὅτε παρελήφθη ἡ πόλιϲ ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ κατά τινα ϲύμβολον ἐκεῖ καταπαῦϲαι τὸν πόλεμον, καὶ. ἐξ ἐκείνου καλεῖϲθαι τὸν τόπον Εἰρήνην. τοῦτον τὸν τόπον εὑρὼν ὁ μακάριοϲ Εἰρηνίων τιμώμενον ὑπὸ τῶν Γαζαίων ἐν αὐτῷ ἔκτιϲεν τὴν ἐκκληϲίαν. εἴτε οὖν διὰ τὰ προλελεγμένα εἴτε διὰ τὸ ὄνομα τοῦ κτίϲτου ἔμεινεν οὕτω καλουμένη ἕωϲ τοῦ νῦν. ἐκεῖ οὖν ὡρμήϲαμεν εἰϲ τὸ παῤ αὐτοῦ κτιϲθὲν μικρότατον ἐπιϲκοπεῖον.