Ancient Greek
Section 15
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 15
Not analysed yet
Αλλὰ καὶ τῇ Φηλικητάτῃ ἡ χάρις τοῦ θεοῦ τοιαύτη ἐδόθη. ἐκείνη γὰρ συλληφθεῖσα ὀκτὼ μηνῶν ἔχουσα γαστέρα, πάνυ ὠδύρετο, διότι οὐκ ἔξεστιν ἐγκύμονα θηριομαχεῖν ἢ τιμωρεῖσθαι, μήπως ὕστερον μετὰ ἄλλων ἀνοσίων ἐκχυθῇ τὸ αἷμα αὐτῆς τὸ ἀθῷον. ἀλλὰ καὶ οἱ συμμμάρτυρες αὐτῆς περίλυποι ἦσαν σφόδρα οὕτω καλὴν συνεργὸν καὶ ὡσεὶ συνοδοιπόρον ἐν ὁδῷ τῆς αὐτῆς ἐλπίδος μὴ θέλοντες καταλείπειν. πρὸ τρίτης οὖν ἡμέρας τοῦ πάθους αὐτῶν κοινῷ στεναγμῷ ἑνωθέντες προσεχὴν πρὸς τὸν κύριον ἐποιήσαντο· καὶ εὐθὺς μετὰ τὴν προσευχὴν ὠδῖνες αὐτὴν συνέσχον, κατὰ τὴν τοῦ ὀγδόου μηνὸς φύσιν χαλεπαί. καὶ μετὰ τὸν τοκετὸν καμοῦσα ἤλγει. ἔφη δέ τις αὐτῇ τῶν παρατηρούντων ὑπηρετῶν· Εἰ νῦν οὕτως ἀλγεῖς, τί ἔχεις ποιῆσαι βληθεῖσα πρὸς θηρία, ὧν κατεφρόνησας ὅτε ἐπιθύειν κατεφρόνησας καὶ οὐκ ἠθέλησας θῦσαι; κἀκείνη ἀπεκρίθη· Νῦν ἐγώ πάσχω ὃ πάσχω· ἐκεῖ δὲ ἄλλος ἐστὶν ὁ πάσχων ὑπὲρ ἐμοῦ· ἔσται ἐν ἐμοὶ ἴνα πάθῃ, διότι ἐγὼ πάσχω ὑπὲρ αὐτοῦ. ἔτεκεν δὲ κοράσιον, ὃ μία τῶν ἀδελφῶν συλλαβοῦσα εἰς θυγατέρα ἀνέθρεψεν αὑτῇ.