Ancient Greek
Section 20
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 20
Not analysed yet
Ταῖς μακαρίαις δὲ νεάνισιν ἀγριωτάτην δάμαλιν ήτοίμμασεν ὁ διάβολος, τὸ θῆλυ αὐτῶν παραζηλῶν διὰ τοῦ θηρίου· καὶ γυμνωθεῖσαι γοῦν προσήγοντο· ὅθεν ἀπεστράφη ὁ ὄχλος, μίαν μὲν τρυφερὰν κόρην βλέπων, τὴν δὲ ἄλλην μασθοῖς στάζουσαν γάλα, ὡς προσφάτως κυήσασαν· καὶ ἀναληφθεῖσαι πάλιν, καὶ δικτύοις περιβληθεῖσαι, ἐνδιδύσκονται ὑποζώσμασιν· ὅθεν εἰσελθουσῶν αὐτῶν, ἡ Περπετούα πρώτη κερατισθεῖσα ἔπεσεν ἐπ᾽ ὀσφύος· καὶ ἀνακαθίσασα τὸν χιτῶνα ἐκ τῆς πλευρᾶς αὐτῆς συναγαγοῦσα, ἐσκέπασεν τὸν ἑαυτῆς μηρόν, αἰδοῦς μᾶλλον μνημονεύσασα ἢ πόνων· αἰδουμένη, μηδαμῶς φροντίσασα τῶν ἀλγηδόνων· καὶ ἐπιζητήσασα βελόνην τὰ ἐσπαραγμένα συνέσφιγξεν, καὶ τὰς τρίχας τῆς κεφαλῆς περιέδησεν· οὐ γὰρ ἕπρεπεν τῇ μάρτυρι θριξὶν σπαραχθείσαις ὁρᾶσθαι· ἵνα μὴ ἐν τῇ ἰδίᾳ τιμῇ δοκῇ πενθεῖν. καὶ κερατισθεῖσαν ἰδοῦσα τὴν Φηλικητάτην, προσῆλθεν αὐτῇ καὶ κρατήσασα τὴς χειρὸς αὐτῆς ἤγειρεν αὐτήν. καὶ ἕστησαν ἅμα· τῆς δὲ σκληρότητος τοῦ ὄχλου ἐκνικηθείσης ἀνελήφθησαν εἰς τὴν πύλην τὴν ζωτικήν· ἐκεῖ ἡ Περπετούα ὑπό τινος κατηχουμένου ὀνόματι Ῥουστίκου, ὃς παρειστήκει αὐτῇ, ὡς ἐξ ὕπνου ἐγερθεῖσα (οὕτως ἐν πνεύματι γέγονεν ἔκστασιν παθοῦσα), καὶ περιβλεψαμένη θαμβούντων ἁπάντων ἔφη· Πότε βαλλόμεθα πρὸς τὴν δάμαλιν ἣν λέγουσιν; καὶ ἀκούσασα ὅτι ἤδη ἐξεληλύθει πρὸς αὐτήν, οὐ πρότερον ἐπίδιὸ στευσεν πρὶν ἢ σημεῖά τινα τῆς βλάβης ἐν τῷ ἰδίῳ σώματι ἑωράκει· ἀναδειχθέντων δὲ καλέσασα τὸν ἴδιον ἀδελφὸν καὶ αὐτὸν τὸν κατηχούμενον παρεκάλει ἵνα ἐν πίστει διαμείναωσιν καὶ ἀλλήλους ἀγαπῶσιν, καὶ τοῖς παθήμασιν ἐκείνοις μὴ σκανδαλισθῶσιν τοιούτοις οὖσιν.