Ancient Greek
Section 6
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 6
Not analysed yet
Καὶ τῇ ἡμέρᾳ ἐν ᾗ ὥριστο ἡρπάγημεν ἴνα ἀκουσθῶμεν· καὶ ὥσπερ ἐγενήθημεν εἰς τὴν ἀγορὰν φήμη εὐθὺς εἰς τὰ ἐγγὺς μέρη διῆλθεν, καὶ συνέδραμεν πλεῖστος ὄχλος· ὡς δὲ ἀνέβημεν εἰς τὸ βῆμα ἐξετασθέντες οἱ λοιποὶ ὡμολόγησαν· ἤμελλον δὲ κἀγὼ ἐξετάζεσθαι· καὶ ἐφάνη ἐκεῖ μετὰ τοῦ τέκνου μου ὁ πατήρ· καὶ καταγαγών με πρὸς ἑαυτόν, εἶπεν· Ἐπίθυσον ἐλεήσασα τὸ βρέφος. καὶ Ἱλαρίανός τις ἐπίτροπος, ὃς τότε τοῦ ἀνθυπάτου ἀποθανόντος Μινουκίου Ὀππιάνου ἐξουσίαν εἰλήφει μαχαίρας, λέγει μοι· Φεῖσαι τῶν πολιῶν τοῦ πατρός σου· φεῖσαι τῆς τοῦ παιδίου νηπιότητος· ἐπίθυσον ὑπὲρ σωτηρίας τῶν αὐτοκρατόρων. κἀγὼ ἀπεκρίθην· Οὐ θύω. καὶ εἶπεν Ἱλαρίανος· Χριστιανὴ εἶ; καὶ εἶπον· Χριστιανή εἰμι. καὶ ὡς ἐσπούδαζεν ὁ πατήρ μου καταβαλεῖν με ἀπὸ τῆς ὁμολογίας, κελεύσαντος Ἱλαριάνου ἐξεβλήθη· προσέτι δὲ καὶ τῇ ῥάβδῳ τῶν δορυφόρων τις ἐτύπτησεν αὐτόν· κἀγὼ σφόδρα ἤλγησα, ἐλεήσασα τὸ γῆρας αὑτοῦ· τότε ἡμᾶς πάντας πρὸς θηρία κατακρίνει. καὶ χαίροντες κατίημεν εἰς φυλακήν. ἐπειδὴ δὲ ὑπ᾽ ἐμοῦ ἐθηλάζετο τὸ παιδίον, καὶ μετ᾽ ἐμοῦ ἐν τῇ φυλακῇ εἰώθει μένειν, πέμπω πρὸς τὸν πατέρα μου Πομπόνιον διάκονον, αἰτοῦσα τὸ βρέφος· ὁ δὲ πατὴρ οὑκ ἔδωκεν· πλὴν ὡς ὁ θεὸς ᾠκονόμησεν οὔτε ὁ παῖς μασθοὺς ἐπεθύμησεν ἔκτοτε, οὔτε ἐμοί τις προσγέγονεν φλεγμονή· ἴσως ἵνα μὴ καὶ τῇ τοῦ παιδίου φροντίδι καὶ τῇ τῶν μασθῶν ἀλγηδόνι καταπονηθῶ.