Ancient Greek
Section 8
Martyrium Perpetuae et Felcitatis, Μαρτύριον Περπετούας 8
Not analysed yet
Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν ἐδείχθη μοι τοῦτο. ὁρῶ *τόπῳ *ἐν ᾧ ἑωράκειν τὸν Δεινοκρά την, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν.