Ancient Greek
Fragment 2
Matron of Pitana, Δει̑πνον Ἀττικόν 2
Not analysed yet
σόγκους δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις,
βολβίνας θʼ, αἳ Ζηνὸς Ὀυλυμπίου εἰσὶν ἀοιδοί,
ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
λευκοτέρας χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίας·
τάων θυομένων ἠράσσατο πότνια γαστήρ.