Ancient Greek
Fragment 6
Matron of Pitana, Δει̑πνον Ἀττικόν 6
Not analysed yet
οἱ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι,
οἱ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν.
ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατος λάχε γῆρυς,
οὔτε πονητάων ἀδαήμων οὔτε θεάτρων,
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια.