Ancient Greek
Edition urn:cts:greekLit:tlg1486.tlg001.1st1K-grc1, lines 1.1-1.43
Matron of Pitana, Δει̑πνον Ἀττικόν 1.1-43
Not analysed yet
Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός.
οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
λευκοτέρους χιόνος, ἔσθειν δʼ ἀμύλοισιν ὁμοίους,
τάων καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος
Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων,
ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἡδʼ ἀναθεῖναι.
ἔνθʼ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἀλλʼ ἤσθινον εἴδατα παστά,
βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠιόνος κλύζεσκε·
πολλὰς δʼ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα
τοὺς δʼ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει
πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ
ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
τῇ δʼ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα,
οὐδʼ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων.
ὡς δὲ ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα,
ἂψ δʼ ἑλόμην χάρμῃ, λαιμὸν δʼ ἄπληστον ἄμυξα.
ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον,
κείμενον ἐν λοπάδεσσʼ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας.
τῷ δὲ μετʼ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
ἔγχελυς, ἣ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσι μιγῆναι,
ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων.
παμμεγέθης· τὴν δʼ οὔ κε δύʼ ἀνέρες ἀθλητῆρες,
οἷοι ἄρʼ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
ῥηιδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν·