Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1486.tlg001.1st1K-grc1, lines 1.44-1.84
Matron of Pitana, Δει̑πνον Ἀττικόν 1.44-84
Not analysed yet
τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
πολλὰ δʼ ἄναντα κάταντα κατὰ στίχας ἦλθʼ ὁ μάγειρος,
σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο·
αὐτὰρ ἀπʼ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο.
Ἶρις δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς,
πέρκη τʼ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
ὃς καὶ θνητὸς ἐὼν ἕπετʼ ἰχθύσιν ἀθανάτοισιν.
οἴη δʼ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν
αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι,
ῥίνη θʼ, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε
ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
ὀπταλέος δʼ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς,
οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
κυανόχρως δʼ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
καρίδες θʼ, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι·
χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρʼ ἐφέντες
ἐν στόμασίν τʼ ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
τῶν δʼ ἄρʼ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην,
γεύσασθʼ ἱμείρων· τὸ δέ γʼ ἀμβροσίη μοι ἔδοξεν,
οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
μύραιναν δʼ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης,
ζώνην θʼ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
εἰς λέχος ἡνίκʼ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ.
σάνδαλα δʼ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
βούγλωσσόν θʼ, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
κίχλας θʼ ἑξείης ἡβήτορας ὑψιπετήεις
καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θʼ ὑδατινούς.
ἐν δʼ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε,
μόρμυρος αὐτόθʼ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος
σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
εἶναι βρώματʼ ἔδοξεν, ἐπεί ῥʼ ὅρμαινον ἐπʼ ἄλλα.