Ancient Greek
602.2
Matthaeus Camariota, Rhetorikes Epitome 602.2
Unproofread scanNot analysed yet
Τῶν τριῶν εἴδων τῆς ῥητορικῆς τὰ μὲν δύο στασιάζεται, τουτέστιν ἀμφισβήτησιν ἐπιδέχεται, τὸ δικανικὸν δηλαδὴ καὶ τὸ συμβουλευτικόν· τὸ δὲ ἐπιδεικτικὸν εἴτουν πανηγυρικὸν οὐ στασιάζεται, εἰ μὴ κατὰ συμβεβηκός· ὁπόταν δηλαδὴ τύχῃ ἀγνοούμενον τὸ ἐπαινούμενον ἢ τὸ ψεγόμενον, ἢ ὁπόταν εὐνοία τις ἢ ἀπέχθεια καὶ φθόνος, ἢ ἄλλο τι πάθος τοιοῦτον ἐνοχλῇ τοῖς ἀκροαμένοις. Ἡ πᾶσα οὖν τῶν στάσεων πραγματεία καὶ αἱ διαιρέσεις τῶν κατ’ αὐτὰς κεφαλαίων περὶ τὰ δύο θεωρεῖται τῆς ῥητορικῆς εἴδη, τὸ δικανικὸν καὶ τὸ συμβουλευτικόν, καὶ περὶ ταῦτα τὸ πολιτικὸν καταγίνεται ζήτημα, ὅπερ ὡσαύτως πέφυκε γίνεσθαι, ἐντεῦθεν ἐστὶ καταμαθεῖν ἀκριβῶς, ἐκεῖνο πρότερον θεωρήσαντας, ὅτι πᾶσα πολιτικὴ ἀμφισβήτησις περὶ πρόσωπα γίνεται καὶ πράγματα, ἅπερ διαφέρουσιν ἀλλήλων, πρόσωπα δηλαδὴ προσώπων, καὶ πράγματα πραγμάτων, ὡς ἐκδηλοῦμεθα.