Ancient Greek
603.2
Matthaeus Camariota, Rhetorikes Epitome 603.2
Unproofread scanNot analysed yet
καὶ κύριον, οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης καὶ τὰ ὅμοια, ἅπερ καὶ ἰσχυρότατα εἰς κατασκευὴν λόγου, ὡς πολλὴν εὐπορίαν διδόντα τῷ λέγοντι. Δεύτερον, ἐὰν ἔχωσι πρὸς ἄλληλα, ὡς τὰ πρὸς τι, οἷον πατήρ, υἱός, δοῦλος, δεσπότης. Τρίτον· διαφέρει τῶν προειρημένων καὶ τῶν 5 ἐφεξῆς τὰ διαβεβλημένα, οἷον ἄσωτοι, μοιχοί, κόλακες. Τέταρτον τὰ ἠθικά, οἷον γεωργοί, λίχνον καὶ τὰ ὅμοια. Πέμπτον τὰ κατὰ συμπλοκὴν δύο προσηγориῶν, οἷον νέος πλούσιος, ἅπερ οὐχ ἰδίᾳ ἀλλ’ ὁμῷ ἐξεταζομένῳ τῷ ἐξετάζοντι δίδωσιν εὐπορίαν. Ἔκτον τὰ κατὰ συμπλοκὴν 10 προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας. Ἕβδομον τὰ ἀπλὰ προσηγορικά, οἷον στρατηγός, ῥήτωρ. 5