Ancient Greek
604.7 to 606.3
Matthaeus Camariota, Rhetorikes Epitome 604.7-606.3
Unproofread scanNot analysed yet
Περὶ συνεστηκότος ζητήματος. Συνεστηκὸς ἐστὶ ζήτημα τὸ κρινόμενον, τὸ ἔχον καὶ ΕΠΙΤΟΜΗ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ καὶ πρόσωπον καὶ πρᾶγμα, ἢ τὸ ἕτερον, καὶ τοὺς ἐξ ἑκα-τέρου μέρους λόγους πιθανοὺς καὶ διαφόρους, καὶ τὰς πίστεῖς ἰσχυρὰς, τὸ τε ἀφανὲς τῆς κρίσεως καὶ μὴ προει-λημμένον τῇ κρίσει παρὰ τοῖς δικασταῖς, καὶ πρὸς τού-τοις δυνάμενον πέρας λαβεῖν. Περὶ ἀνυστάτου ζητήματος, εἴτουν προβλήματος. Ἄσύστατον δὲ ἐστὶ τὸ οὐτινοσοῦν τῶν εἰρημένων ἐνδεόν, ὅπερ ὀκταχῶς ἐστὶν εὑρεῖν διαφέρον. Πρῶτον τὸ μονομερὲς, 11 ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρὰ, οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν 10 αὐτοῦ ὀργυμὰ ποιήσας καὶ ὑποδεξάμενος ἀπέκτεινε καὶ φεύγει φόνον. Δεύτερον τὸ ἰσάζον διόλου· οἷον δύο νέοι πλούσιοι, ὥραιας ἔχοντες γυναῖκας, κατὰ ταὐτὸν ἄμφω πεφωρά-κασιν ἀλλήλους ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν; καὶ 15 μοιχείας 12 ἀλλήλοις ἀντεγκαλοῦσι. Τρίτον κατὰ τὸ ἀντιστρέφον· οἷον ἀπῆτει τις δά-νειον καὶ τόκους, ὁ δὲ παρακαταθήκην φάσκων ἔχειν, οὐκ ὀφείλειν ἔλεγε τόκους· μεταξὺ πεποίηται χρεῶν ἀπο-κοπὰς ὁ δῆμος, καὶ ὁ μὲν ὡς παρακαταθήκην ἀπῆτει, 20 ὁ δὲ ὡς χρεὸς οὐκ ὀφείλειν ἐπὶ φησί. Τέταρτον κατὰ τὸ ἄπορον, οὐ μὴ ἐστὶ λύσιν λαβεῖν μηδὲ πέρας· οἷον Ἀλέξανδρος ὄναρ εἶδεν, ὄνειροὺς μὴ πι-στεύειν καὶ βουλεύεται. Πέμπτον κατὰ τὸ ἀπίθανον· οἷον εἰ Σωκράτην τις 25 πλάττει πορνοβοσκούντα ἢ Ἀριστείδην ἀδικοῦντα. Ἔκτον κατὰ τὸ ἀδύνατον· οἷον εἰ Σιφνίους ἢ Μαρω-νεῖτας λέγει τις περὶ ἀρχῆς τῶν Ἑλλήνων βουλεύεσθαι. Ἑβδομον κατὰ τὸ ἄδοξον, οἷον ἐκμισθῶσας τις τὴν ἑαυτῷ γυναῖκα τὸν μισθὸν οὐχ ἀπολαβὼν δικάζεται τῷ μισθωσαμένῳ. ὄγδοον, κατὰ τὸ ἀπερίστατον, οἷον ἀποκηρύσσει τις τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ, ταῦτα γὰρ οὐ ζητήματα ἐστιν, ἀλλὰ προβλήματα Περὶ ἄλλων εἴδων προβληματικῶν. Ἔστι δὲ καὶ ἄλλα προβληματικὰ εἴδη, ἐγγὺς μὲν ἀσυστάτων, μελετᾶσθαι δὲ δυνάμενα. Πρῶτον τὸ ἐτεροφόρεπές, οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς Ἀρμωδίου καὶ Ἀριστογείτονος εἰκόνας βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ ἀποσπᾶν.