Ancient Greek
613.4
Matthaeus Camariota, Rhetorikes Epitome 613.4
Unproofread scanNot analysed yet
Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὡς ἐπὶ τὸ πλεῖστον εἰσι τοῦ κατηγοροῦ· γίνεται δὲ καὶ ταῦτα, ἀφ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τῶν περιστατικῶν δηλαδή, ἃ τινὰ ἐστι ταῦτα, τίς, τί, ποῦ, πῶς, πότε, διατί· ἐὰν μὲν οὖν μόνου τοῦ κατηγοροῦ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ᾖ, τὰ ἕξης ἅπαντα πλὴν τῆς μεταλήψεως ἔσται κοινὰ· ἐὰν δὲ κοινὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ᾖ, καὶ τὰ λοιπὰ κεφάλαια ἀμφοῖν ἔσται κοινά.