Ancient Greek
616.2
Matthaeus Camariota, Rhetorikes Epitome 616.2
Unproofread scanNot analysed yet
Ὁ μὲν δὴ τέλειος καὶ ἁπλοῦς στοχασμὸς οὕτω διαι- 5ρεῖται· εἰ δὲ τινὲς εἰσι καὶ ἄτελεῖς ἄλλοι, ὥσπερ δὴ καὶ εἰσί, χάκεινων ἡ διαίρεσις τοῖς σπουδαιοτέροις γνώριμος ἐκ τῶν εἰρημένων· στοχασμῶν οὖν εἴδη τοσαῦτα· ἁπλοῦς τέλειος, ἁπλοῦς ἄτελῆς, ἐμπίπτων, προκατασκευαζόμενος, καὶ συγκατασκευαζόμενος. Τέλειος μὲν οὖν ἐστιν ὁ πρόσω- 10πον ἔχων καὶ πρᾶγμα κρινόμενον. Ἄτελῆς δὲ ὁ ἕνατερον μόνον πρόσωπον ἢ πρᾶγμα, διπλοῦς δὲ ὁ δύο πρόσωπα καὶ δύο πρᾶγματα ἔχων· οἷον Αἰσχίνης καὶ Δημοσθένης ὑπὸ τῆς παρὰ Φίλιππον ἡκόντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις· ἐπειδὴ ὁ μὲν χρυσίον εὕρη- 15ται κατορύττων, ὁ Δημοσθένης, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. Καὶ πάλιν, ἐμπίπτων μὲν ἐστιν, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρον ἐμπέσῃ ζήτημα, καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως.