Ancient Greek
III. Περὶ πλοῦ καὶ ἐμπορίας.
Maximus, Astrologus, Περὶ καταρχῶν (epitome) III. Περὶ πλοῦ καὶ ἐμπορίας.
Not analysed yet
Σελήνης ἐν τοῖς ἀνθρωποειδέσιν οὔσης ζῳ- δίοις μετὰ ἀγαθοποιοῦ Διὸς ἢ Ἀφροδίτης ἢ Ἑρ- μοῦ, ἐμπορεύου, ἀγόραζε, πόρθμευε, ὁδοῦ καὶ πλοῦ κατάρχου. Σελήνης ἐν τοῖς καθύγροις ζῳδίοις οὔσης, Καρ- κίνῳ, Αἰγόκερῳ, Ἰχθύσιν, ἀκακώτου, τὴν σὴν ναῦν πληρώσας τῶν ἀγωγίμων φόρτων καὶ χρημάτων, κατάρχου τῆς ἐμπορίας· ὁ γὰρ πλοῦς ἀγαθὸς γίνεται, καὶ ἐπικερδὴς ὁ φόρτος. Σελήνης οὔσης μετὰ Κρόνου μετὰ Ἄρεως μὴ κατάρξῃ πλοῦ μήτε φόρτου μήτε ἐμπορίας· ἀλλ᾿ ὅμως ἐπιβλαβέστερος ὁ Κρόνος τοῖς ναυτίλοις ἤπερ ὁ Ἄρης· ὁ μὲν γὰρ Ἄρης πολλάκις ῥύεται τοὺς ναύτας ἐκ τοῦ τῆς θαλάσσης κινδύνου· ὁ δὲ Κρόνος χαλεπώ- τατος μάλιστα τοῖς ναύταις γίνεται.