Ancient Greek
IV. Περὶ ὁδοιπορίας.
Maximus, Astrologus, Περὶ καταρχῶν (epitome) IV. Περὶ ὁδοιπορίας.
Not analysed yet
Σελήνης Κριῷ· ὁ ἀποδημήσας ταχέως ὑποστρέψει. Σελήνης Ταύρῳ· ὁ ἀποδημήσας ἀβλαβῶς καὶ μετὰ κέρδους ὑποστρέψει. Σελήνης Διδύμοις· ὁ ἀποδημήσας ἐπὶ πολὺν χρόνον ἐν τῇ ξένῃ διατρίψει. Σελήνης Καρκίνῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, χαίρων δὲ καὶ ἐνδόξως ὑποστρέψει πράξας εὐτυχῶς. Σελήνης Λέοντι· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν· βλάβαι γὰρ καὶ φόβοι ἐξ ἀνδρῶν κα- κῶν ὑπαντήσουσιν· ἐν δὲ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν μὲν νυκτὶ οὐ δεῖ ἀποδημεῖν· ἔτι δὲ ἡμέρας οὔσης ὁ ἀπο- δημήσας [οὐ] πάνυ βλάπτεται (vs. 1—7). Σελήνης Παρθένῳ· ὁ ἀποδημήσας χρονίσει μὲν ἐν τῇ ξένῃ, ἀβλαβῶς δὲ ὑποστρέψει (8—10). Σελήνης Ζυγῷ· ὁ ἀποδημήσας εἰ μὲν ἐπὶ δικαίᾳ προαιρέσει, συμφέρει· εἰ δὲ ἐπὶ ἀδίκῳ, οὐ συμφέρει (11—17). Σελήνης Σκορπίῳ· ὁ ἀποδημήσας ὠφεληθήσεται καὶ κερδήσει ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν οἴκαδε, ὠφεληθήσεται καὶ ταχέως τὴν ὁδὸν ἀνύσει, λαθραίως καὶ μετὰ σιγῆς ὑποστρέφων (18 —24). Σελήνης Τοξότῃ· ὁ ἀποδημήσας μακρὰν ὁδὸν ἀνύσει καὶ πολὺν χρόνον διατρίψει βραδύνων ἐν τῇ ξένῃ· ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης Τοξότῃ οὔσης χαίρων ταχέως ἥξει (25—34). Σελήνης Αἰγόκερῳ· οὐ δεῖ ἀποδημεῖν· καὶ γὰρ ἡ ὁδὸς μακρὰ καὶ ἄπρακτος ἡ ὁρμὴ γίνεται καὶ λυ- πηρά. ὁ δὲ ἀρξάμενος ὑποστρέφειν Σελήνης οὔσης Αἰγόκερῳ πραεῖαν καὶ ἀβλαβῆ τὴν ὁδὸν ἕξει (35—41). Σελήνης Ὑδροχόῳ· ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ οὐ δεῖ ἀποδημεῖν, ἐν δὲ τῇ δευτέρᾳ δεῖ, ὠφέλιμον γάρ (42— 44). Σελήνης Ἰχθύσιν· ἐπὶ στρατιὰν καὶ ἐπὶ πόλε- μον καὶ ἐπὶ κυνηγεσίαν καὶ ἐπὶ ἁλιείαν δεῖ ἀποδη- μεῖν· ἔμπρακτον γὰρ γίνεται (45—48). Σελήνη ὑπὸ ἀγαθοποιῶν μαρτυρουμένη τετρά- γωνος ἢ τρίγωνος ἢ διάμετρος καλὴν τὴν ἀποδημίαν σημαίνει· ὑπὸ δὲ κακοποιῶν μαρτυρηθεῖσα τετρά- γωνος ἢ τρίγωνος ἢ διάμετρος κακήν (49—58).