Ancient Greek
IX. Περὶ παίδων διδασκαλίας.
Maximus, Astrologus, Περὶ καταρχῶν IX. Περὶ παίδων διδασκαλίας.
Not analysed yet
Εἰ δὲ τέχνης ἐθέλεις δεδαηκότας ἐντύνασθαι ἢ σοφίης υἱῆας ἢ ὀτρηροὺς θεράποντας, χρυσοφαὴς εἴη τοι ἐπʼ Ἀρνειοῖο Σελήνη, ἠὲ καὶ ὠκυπόροισιν ἐπʼ Ἰχθύσι καλὰ φαείνοι, ἢ κούρης ἐπέχοι φιαρὸν δέμας Ἰκαριώνης, ἠὲ καὶ αἰπυτάτῳ ἐνὶ Καρκίνῳ ἰνδάλλοιτό, Ζηνὸς μητιέταο κεχαρμένη ἀκτίνεσσιν, ἢ Παφίης αἴγλῃσιν ἐρευθομένη τετραγώνοις ἠὲ τριπλεύροισιν —καί τʼ ἂν πολὺ λώιον εἴη —ἠὲ κατʼ ἰθὺν ἴῃσιν ἐφʼ ἑβδομάτοιο βεβῶσα δεικήλου, καὶ γὰρ τὸ πέλει τέχνῃσιν ὄνειαρ. μὴ μὲν δὴ σύνοδον τούτοις ἐνὶ τείρεσι θείη, ἢ διχόμηνον ἄγοι σέλας ἔκφατον, εὖτέ σε χρειὼ τέχνην ἢ σοφίην δεδαήμεναι ὀτρύνῃσιν· οὐ γὰρ ἂν ἐκτελέσειας, ἃ βούλεαι, οὐδέ τινʼ ἐσθλὴν παιδὶ δαημοσύνην διχομηνιὰς ἐντύνειεν, οὐδέ τι λειψιφαής· ἀνεμώλια δʼ ἔργα τίθησιν.