Ancient Greek
VIII. Περὶ δραπετῶν.
Maximus, Astrologus, Περὶ καταρχῶν VIII. Περὶ δραπετῶν..1
Not analysed yet
Εἰ δʼ ἄρα καὶ δμώων ὀλοφώια ἔργα πύθοιο, οἵτε γʼ ἑοὺς λείποντες ἐνὶ μεγάροισιν ἄνακτας γαῖαν ἐς ὀθνείην ποσὶ καρπαλίμοις ἀλάληνται, δρῆσται ἀταρτηροί, φιλίην λείποντες ἐδητύν, οὔτε τραπέζης μνῆστιν ἐφεστίου, οὐ Κρονίωνος Ἑρκείου σέβας ἁγνὸν ἐνὶ πραπίδεσσι σέβοντες· ἀλλὰ σὺ καὶ τοίων μερόπων ἐπιφράζεο μοῖραν. ἢν μὲν ἔῃ πανδῖα μετʼ εὐπόκου Ἀρνειοῖο, ὦκά μιν εἰσανάγοιο· τάχʼ ἂν δὲ καὶ αὐτὸς ἵκοιτο δεσπόσυνον ποτὶ δῶμʼ ὑποδείελος, ἠύτε τις φώρ, παλλόμενος κραδίην ὑπὸ δείματι, καὶ δέ κεν ὦπας ταρβαλέοις δακρύοισι πεφυρμένος ἰνδάλλοιτο. ἢν δέ γε Ταῦρον ἔχῃσι παλίμφοιτος κερόεσσα, ἀνέρος ἀφνειοῦ ἐνὶ δώμασιν ἠλασκάζων δμὼς ὀλοὸς κρύπτοιτο· μόλις δὲ καὶ εἰς ἑὸν οἶκον σπουδῇ ἀναγκαίῃ μιν ἄναξ ὑποδέξεται αὖτις, ὀτλήσας μάλα πολλὰ καὶ ἐν πραπίδεσσι μογήσας. ἢν δʼ ἐν Ἀμυκλαίοισιν ἴδῃς κεραῶπα Σελήνην ἠιθέοις, ταχέως μιν ἑὸν δόμον εἰσανάγοιο· ἢ δʼ ἄρʼ ἀλεύηται πέντʼ ἤματα κρυπταδίῃ τε λανθάνῃ, ἦ τʼ ἄν μιν τρίτατον μετὰ μῆνα δέχοιο. εἰ δέ γε Καρκίνον οἶκον ἑὸν βασίλεια Σελήνη οἰχνεύοι, τέτμοις κεν ἐν ἱερῷ ἄίσει δμῶα, ἠὲ καὶ ἐν τεμένει κρυφίην ποιεύμενον αὖλιν, δευτέρῃ εἰν ἠοῖ· θεόθεν δʼ ἱκέτην ἀνάγοιο ὀρθῇσιν χαίτῃσι πεφρικότα βαμβαίνοντα. ἤν δὲ Νεμειήταο πέλῃ κατὰ μέτρα Λέοντος, εἰ μὲν ἐπὶ πρώτῃ ἠοῖ δρόμον ἐντύνειε, λήσεται, οὐδέ μιν αὖτις ἐφʼ ἑστίῃ οἷο ἄνακτος ἀθρήσαις θεράποντα φυγόπτολιν· εἰ δέ γʼ ἐν ἠοῖ δευτατίῃ αἴροιτο φυγήν, οὐ πάντα τελέσσει δρησμοσύνης· εὕροις δʼ ἂν ἐνὶ μεγάροισί μιν ἀνδρὸς ἀφνειοῦ, γαίοντος ἀγηνορίῃσι νόοιο· δίζεο δʼ ἐν χώρῃ μιν ἢ εἰν ἐριθηλέι κήπῳ. εἰ δὲ Σεληναίης ἐνὶ Παρθένῳ οἰχνευούσης λείποι οἶκον ἄνακτος, ἕλοις κέ μιν ἐν πολέεσσιν ἤμασι· δηθύνει γὰρ ἀπόκρυφος, εἴ κʼ ἐνὶ τῷδε δεικήλῳ Μήνης εὐφεγγέος αἰθροπολεύσης φύξιμον ἦμαρ ἕλῃσι, καὶ ἐν θαλεροῖσι πετήλοις πεπτηὼς ἀλέηται ἑὸν δηναιὸν ἄνακτα. Χηλῇσιν δʼ εἴ κεν σὺ Σεληναίην ἐσαθρήσαις, θαρσαλέος δρήστην προτιόσσεο· δὴ γὰρ ἄνεισιν αὐτόματος, σκήψει δὲ καὶ αἱμυλίοισι λόγοισι πρηυνέει θυμὸν δυσπέμφελον οἷο ἄνακτος. ἢν δὲ Σκορπιόεν δέμας ἴσχῃ δῖα Σελήνη, ἦ τʼ ἂν ἔοι θεράπων ἐν ἀνακτόρῳ ἢ τεμένεσσι κρυπτόμενος· καὶ δʼ ἄν κεν ἑκών οἶκόνδε νέοιτο. εἰ δʼ ἄρα Τοξευτῆρα διοιχνεύοι κερόεσσα, ἢν μὲν ἐνὶ πρώτοις πέντʼ ἤμασιν αἰσυλοεργὸν δμῶ᾿ ἀνάγῃ, δοίη κε δίκην δρησμοῖο ταχεῖαν· ἢν δʼ ἄρ᾿ ὑπερβάλλῃ πέντʼ ἤματα, δηρὸν ἂν αὔτως πλάζοιτʼ, οὐδέ μιν ὦκα κιχήσεαι, ἀλλὰ χρόνοιο πολλοῦ μεσσάτιον τελέει δρόμον ἠλασκάζων. ἢν δʼ ἄρʼ ἐν Αἰγόκερῳ φεύγῃ δμώς, οἷο ἄνακτος ἐν ξείνῃ ληφθεὶς ἄγεται ποτὶ δώματα θᾶσσον. Ὑδροχόῳ δʼ εἴ κεν κεραὴν εὐῶπιν ἀθρήσαις νισσομένην, ὅτε δρῆστιν ἐπεντύνῃσι κέλευθον λαιδρὸς ἀνήρ, τότʼ ἄνακτος ἑοῦ πάτρην ἀπολείπων ἐν πόλει ὀθνείῃ βίον ἄρνυται, οὐδʼ ἐπὶ δηρὸν λήσεται, ἀλλά μιν ὦκα τέτμοις ἐπὶ φωτὶ κυροῦντα, ὃς δήμου θεράπων κοινὸς πέλει, ἠὲ φερόπλῳ ἀνέρι, τῷ στρατιαί τε βοηδρομίαι τε μέλονται. εἰ δʼ ἄρʼ ἐν εἰαρινοῖσι φαεινομένη φορέηται Ἰχθύσιν, ἠοῖ μὲν προτέρῃ κίνδυνον ἰάψει δρήστῃ ἀταρτηρῷ, τάχα δʼ ἂν καὶ ὀλέθριον ἦμαρ, αἶψα δʼ ἄρα φίφεϊ τμηθεὶς ἀμφήκεϊ δειρὴν ********δευτέρῃ εἰν ἠοῖ δὲ φυγὼν σῶός κε πέλοιτο, καί κεν ἄνακτος ἵκοιτο δόμον περίαλλα πεπονθώς. χρή δὲ περίφρονα μῆτιν ἐνὶ φρεσὶν αἶψα τίθεσθαι· εἰ μὲν γὰρ μούνην σὺ Σεληναίην ὁρόῳο, οὔτι φέρει δρησμὸν βροτῷ ἀνέρι, μαψιδίην δὲ οἴσει ἄλην τῇ καὶ τῇ ἀλυσκάζοντι κέλευθον ἀγχόθι δεσποσύνων μεγάρων καὶ ὁμήθεος οἴκου. εἰ δὲ τύχοι πανδῖα σὺν ἀστέρι δινεύουσα, ὅντε πλάνητα λέγουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων, ἦ τʼ ἂν προσσοτέρω θεράπων ὁδὸν ἐντύνοιτο, φεύγων νείκεʼ ἄνακτος ὁμοκλήν τʼ ἀλγινόεσσαν. ἀλλʼ ἢν μὲν Φαίνοντι συνῇ κερόεσσα Σελήνη φλογερῷ Πυρόεντι, φυγὴν ἀνεμώλιον ἴσχει δοῦλος ἀνὴρ κενεῇσιν ἐπʼ ἐλπωρῇσι γεγηθώς· ἦ γὰρ ἂν ἐς δόμον αἶψα λυγρῇ πεπεδημένος ἄτῃ βαίη ἀναγκαίῃ βεβιημένος ἀλγινοέσσῃ. εἰ δὲ Ζηνὸς ἄνακτος ἢ ἁγνῆς Ἀφρογενείης ἴχνια βαίνῃσιν Θειαντιὰς ἀγλαόφοιτος, ἦ τʼ ἂν κρυπταδίην εὐήρεα φύξιν ἕλοιτο ὀτρηρὸς θεράπων ποσὶ καρπαλίμοισι πιθήσας. μὴ μὲν ἀταρτηρῇσιν ἐνὶ φρεσὶ μητίσαιτο δεσπότεω φερέμεν κειμήλιον· ἦ γὰρ ἂν εἴη διχθαδίη ἄτη καὶ κτήματος οἰχομένοιο καὶ δμωὸς προφυγόντος ἀμειλίχου. ἀλλά σʼ ἄνωγα μιμνέμεν εἰν οἴκοισι φέρειν τʼ εὐήρεϊ θυμῷ φωρίδιον βλάβος αἰνόν, ἐπεὶ μετὰ ποσσὶ διώκων οὔ κε κίχοις, οὐδʼ εἰ μὲν ἔχοις πόδας Εὐφήμοιο Εὐρωπηιάδαο, τὸν ἐν πολυηχέι πόντῳ ὦκα θέειν ἐνέπουσιν ὁδῷ πεφορημένον ὑγρῇ, —οὐδ᾿ εἴ σοι πτερύγεσσιν ἐπήρεα νῶτα γένοιτο, οἷά γʼ ἐνὶ μελέεσσι Βορήιοι υἷες ἔχεσκον, οὓς ὑποκυσαμένη ῥαδινὴ τέκεν Ὠρείθυια, ὁππότε μιν χορὸν ἁγνὸν ἐπʼ Ἰλισσοἱο ῥοῇσιν ἱσταμένην Βορέης ἀνερείψατο, τῆλε δὲ γαίης Ἀτθίδος ἐν νεφέεσσι μεταχρονίην φορέεσκε, μέσφʼ ὅτʼ ἐπὶ Θρῄκης χιονώδεας ἷξεν ἐναύλους, —οὐδ’ εἴ κʼ Ἰφίκλοιο θοώτερος αὐγάζοιο, ὅστε καὶ ἀνθερίκοισιν ἐπέτρεχεν, οὐδέ τι καρπὸν σίνετʼ ἀήσυρα γυῖα φέρων ἐπὶ λήιον ἄκρον. εἰ δέ τʼ ἔοι κερόεσσα σὺν εὐσκόπῳ Ἑρμάωνι, οὔ κε φύγοι θεράπων ὀλοφώιος, ἀλλὰ τάχιστα εὕροις, εἰ καὶ γοῦνα θοώτερα καὶ πόδας ἴσχοι κουφοτέρους Λᾴδαο καὶ ὠκυδρόμοιο Φαΰλλου. μὴ μὲν δὴ συνόδοισιν ἐπιστείχουσα Σελήνη ἢ καὶ πλησιφαὴς εἴη δρησμοῖο τυχόντος· ἦ γὰρ ἂν ἠλασκάζοι ἐπὶ ξείνης τότε γαίης, ἢ δεσμοῖσιν ἔχοιτο παρʼ ὀθνείοισι βροτοῖσιν. εἰ δὲ Κρόνῳ κρυόεντι συνείη δῖα Σελήνη, καί τε δμὼς προφύγῃσιν ἔχων κλωπήιον ἄχθος, ἄλλοις φώρεσι κέρδος ἀποίσεται· οὐ γὰρ ὄνησιν ἁρπακτοῖς κτεάτεσσι φέρει τηλεσκόπος ἀστήρ, ἀλλʼ ἐπάγει θεράποντι δολόφρονι πολλάκις ἄνδρα λαιδρότερον Φαίνων, καὶ φὼρ ἐπὶ φωρὶ κυρήσει.