Ancient Greek
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 1
Maximus of Tyre, Dialexeis 1-6
Not analysed yet
Χαλεπὸν εὑρεῖν ἀκριβῆ βίον, ὥσπερ ἄνδρα· ἀλλὰ παντὶ ἀνακέκραται ἔνδειά τις πρὸς τὸ ἄκρως καλόν, καὶ πλεονεκτεῖ ἕτερος ἑτέρου, ὅτῳ ἂν ἐλάττω τὰ ἐνδέοντα ᾖ. Καὶ ἴδοις ἂν τὸν μὲν γεωργικὸν μακαρίζοντα τοὺς ἀστικούς, ὡς συνόντας βίῳ χαρίεντι καὶ ἀνθηρῷ· τοὺς δὲ ἀπὸ τῶν ἐκκλησιῶν καὶ τῶν δικαστηρίων, καὶ τοὺς πάνυ ἐν αὐτοῖς εὐδοκίμους, ὀδυρομένους τὰ αὑτῶν, καὶ εὐχομένους ἐπὶ σκαπάνῃ βιῶναι καὶ γηδίῳ σμικρῷ. Ἀκούσῃ δὲ τοῦ μὲν στρατιωτικοῦ τὸν εἰρηνικὸν εὐδαιμονίζοντος, τοῦ δὲ ἐν εἰρήνῃ τὸν στρατιωτικὸν τεθηπότος. Καὶ τὶς θεῶν, ὥσπερ ἐν δράματι ὑποκριτάς, ἀποδύσας ἕκαστον τοῦ παρόντος βίου καὶ σχήματος μετ|αμφιέσει τὰ τοῦ πλησίον· αὖθις αὖ οἱ αὐτοὶ ἐκεῖνοι ποθήσουσι μὲν τὰ πρότερα, ὀδυροῦνται δὲ τὰ παρόντα. Οὕτω δυσάρεστόν τι ἐστὶν ὁ ἄνθρωπος κομιδῇ, καὶ φιλαίτιον, καὶ δεινῶς δύσκολον· καὶ οὐδὲν τὰ αὐτοῦ ἀσπάζεται.