Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 1
Maximus of Tyre, Dialexeis 1.Subsection a-3
Not analysed yet
Δεινόν γε τὰς μὲν ἄλλας τέχνας ἀπηλλάχθαι ἑκάστην τοῦ τῶν πολλῶν δικαστηρίου, καὶ μήτε τὸν κυβερνήτην ἐπιλαβόμενον τῆς νεώς, καὶ χρώμενον τῇ τέχνῃ κατὰ τοὺς ναυτικοὺς λόγους, εὐθύνεσθαι πρὸς τῶν ἀτέχνων, μήτε τὸν ἰατρὸν ἀνέχεσθαι τοὺς κάμνοντας τὰ προστάγματα αὐτοῦ καὶ τὰ ἰάματα καὶ τὰ διαιτήματα ἐπισκοποῦντας καὶ βασανίζοντας, ἀλλʼ οὐδὲ κεραμέας, οὐδὲ σκυτοτόμους, οὐδὲ τοὺς τὰ ἔτι τούτων ἀτιμότερα μεταχειριζομένους, ἄλλόν τινα ἔχειν δικαστὴν τῶν ἔργων, πλὴν τῆς τέχνης.