Ancient Greek
1.Subsection a to 1.Subsection d
Maximus of Tyre, Dialexeis 1.Subsection a-6-Subsection d
Not analysed yet
Ἄιδεταί τι ἐξ ἀρχαίου ᾆσμα ἐν εὐχῆς μέρει, ὑγεία πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς. Ἐρωτῶ δὴ τὸν ποιητὴν τοῦ ᾄσματος, τίνα καὶ οὖσαν τὴν ὑγείαν ταύτην ξύνοικον αὐτῷ ἐλθεῖν παρακαλεῖ κατὰ τὴν εὐχήν. Ἐγὼ μὲν γὰρ ὑποπτεύω δαιμόνιόν τι εἶναι χρῆμα καὶ εὐχῆς ἄξιον· οὐ γὰρ ἄν εἰκῇ οὐδὲ ἐκ τοῦ προστυχόντος κατηξιώθη ᾠδῆς, καὶ ἔμεινεν ᾀδόμενον. Εἰ δὲ καὶ τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸ ὑποπτεύω εἶναι, ἀποκρινάσθω ἡμῖν ὑπὲρ τοῦ ποιητοῦ ὁ λόγος αὐτός·