Ancient Greek
1.Subsection b to 1.Subsection c
Maximus of Tyre, Dialexeis 1.Subsection b-5-Subsection c
Not analysed yet
ἔξοχα δή σε βροτῶν, ὦ Ὅμηρε, αἰνίζομαι πάντων, ἢ σέ γε μοῦσα δίδαξε Διὸς παῖς, ἢ σέ γʼ Ἀπόλλων. Τὰ δὲ Μουσῶν καὶ Ἀπόλλωνος διδάγματα οὐδὲ τὴν ἀρχὴν θέμις ἄλλό τι ὑπολαβεῖν, ἢ ἀφʼ ὧν ψυχὴ εἰς κόσμον καθίσταται. Τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ φιλοσοφία; ταύτην δὲ τί ἄλλο ὑποληψόμεθα ἢ ἐπιστήμην ἀκριβῆ θείων τε πέρι κἀνθρωπίνων, χορηγὸν ἀρετῆς καὶ λογισμῶν καλῶν καὶ ἁρμονίας βίου καὶ ἐπιτηδευμάτων δεξιῶν;