Ancient Greek
10.Subsection c to 10.Subsection e
Maximus of Tyre, Dialexeis 10.Subsection c-2-Subsection e
Not analysed yet
Οὕτω καὶ ὁ Σωκράτης Ἀθηναίων κατεγέλα, ὡς παιδαρίων ψηφιζομένων, καὶ κελευόντων ἀποθνήσκειν ἄνδρα θνητόν. Καὶ ἄλλος ὅστις ἀγαθὸς ἀνὴρ καὶ δίκαιος καταγελάσεται γέλωτα ἀκραιφνῆ, ὁρῶν τοὺς ἀδίκους ἐπʼ αὐτὸν ὡρμημένους σπουδῇ, οἰομένους τὶ δρᾶν, δρῶντας δὲ οὐδέν· ἀλλὰ καὶ ἀτιμαζόντων ἐκείνων, βοήσεται τὸ τοῦ Ἀχιλλέως, φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ· καὶ ἀφαιρουμένων τὰ χρήματα, προήσεται ὡς παίγνια καὶ ἀστραγάλους ἀφαιρουμένους, καὶ ἀποθανεῖται ὡς ὑπὸ πυρετοῦ καὶ λίθου, οὐδὲν ἀγανακτῶν πρὸς τοὺς ἀποκτεινύντας.