Ancient Greek
ΙΑ΄ XI (Dueba. XVII vulg. 1 B 14 K 11), Section 11
Maximus of Tyre, Dialexeis 11.Subsection b
Not analysed yet
Εἰ δὲ καὶ νῦν ἤδη μαθεῖν ἐρᾷς τὴν ἐκείνου φύσιν, πῶς τὶς αὐτὴν διηγήσεται; Καλὸν μὲν γὰρ εἶναι τὸν θεόν, καὶ τῶν καλῶν τὸ φανότατον· ἀλλʼ οὐ σῶμα καλόν· ἄλλοθεν καὶ τῷ σώματι ἐπιρρεῖ τὸ κάλλος· οὐδὲ λειμὼν καλόν· ἄλλοθέν ποθεν καὶ ὁ λειμὼν καλός· καὶ ποταμοῦ κάλλος, καὶ θαλάττης, καὶ οὐρανοῦ, καὶ τῶν ἐν οὐρανῷ θεῶν, πᾶν τὸ κάλλος τοῦτο ἐκεῖθεν ῥεῖ ὂν ἐκ πηγῆς ἀενάου καὶ ἀκηράτου·