Ancient Greek · ~4 min
Κ΄ XX (uebn. XXVI vulg. 10), Section 2
Maximus of Tyre, Dialexeis 2-10
Not analysed yet
Διόπερ μοι δοκεῖ οὐδὲ ἐν τοῖς βαρβάροις πάνυ τι ἐπιχωριάσαι τὰ τοῦ ἔρωτος. Ὅπου γὰρ τὸ μὲν πλῆθος δουλεύει, τὸ δὲ ἄρχον δεσπόζει, τὸ διὰ μέσου ἐνθένδε ἐξῄρηται, τὸ ἰσήγορόν τε καὶ ἰσότιμον καὶ ξύννομον. Ὁ δὲ ἔρως οὐδενὶ οὕτως πολεμεῖ ὡς |ἀνάγκῃ καὶ δέει· καὶ ἐστὶν χρῆμα γαῦρον, καὶ δεινῶς ἐλεύθερον, καὶ τῆς Σπάρτης αὐτῆς ἐλευθερώτερον. Μόνον γάρ το τῶν ||ἐν ἀνθρώποις ἔρως, ἐπειδάν τῳ καθαρῶς ξυγγένηται, οὐ πλοῦτον τέθηπεν, οὐ τύραννον δέδιεν, οὐ βασίλεια ἐκπλήττεται, οὐ δικαστήριον φυλάττεται, οὐ φεύγει θάνατον· οὐ θηρίον αὐτῷ δεινόν, οὐ πῦρ, οὐ κρημνός, οὐ θάλαττα, οὐ ξίφος, οὐ βρόχος, ἀλλὰ καὶ τὰ ἄπορα αὐτῷ εὐπορώτατα, καὶ τὰ δεινὰ εὐμαχώτατα, καὶ τὰ φοβερὰ εὐπετέστατα, καὶ τὰ χαλεπὰ εὐκολώτατα. Ποταμοὶ πάντες περάσιμοί, χειμῶνες πλοϊμώτατοι, ὄρη εὐδρομώτατα· πανταχοῦ θαρσεῖ, πάντων ὑπερορᾷ, πάντων κρατεῖ. Πολλοῦ γε ἄξιον τὸ ἐρᾶν, τοιοῦτον ὄν. Ἐγὼ μὲν οἶμαι καὶ εὔξασθαί τινα νοῦν ἔχοντα, μηδαμοῦ ἀπαλλαγῆναι αὐτοῦ, εἰ μέλλοι ὁμοῦ ἐρῶν ἐλεύθερός τ᾿ εἶναι καὶ ἀδεὴς καὶ ἄπταιστος.