Ancient Greek
Γ΄ III (Duebn. IX vulg. 39 B 6 K 3), Section 2
Maximus of Tyre, Dialexeis 2-2
Not analysed yet
Ὁποῖόν τι καὶ τὸ παρὸν ἡμῖν νυνὶ σκέμμα. Σωκράτη τοῦτον Μέλητος μὲν ἐγράψατο, Ἄνυτός τε εἰσήγαγεν, Λύκῶν δὲ ἐδίωκεν, κατεδίκασαν δὲ Ἀθηναῖοι, ἔδησαν δὲ οἱ ἕνδεκα, ἀπέκτεινεν δὲ ὁ ὑπηρέτης. Καὶ Μελήτου γραφομένου ὑπερεώρα, καὶ Ἀνύτου εἰσάγοντος κατεφρόνει, καὶ Λύκωνος λέγοντος κατεγέλα, καὶ ψηφιζομμένων Ἀθηναίων ἀντεψηφίζετο, καὶ τιμωμένων ἀντετιμᾶτο, καὶ δεόντων αὐτὸν τῶν ἕνδεκα τὸ μὲν σῶμα παρεῖχεν, ἀσθενέστερον γὰρ ἦν πολλῶν σωμάτων, τὴν δὲ ψυχὴν οὐ παρεῖχεν, κρείττων γὰρ ἦν Ἀθηναίων ἁπάντων, οὐδὲ τῷ ὑπηρέτῃ ἐχαλέπαινεν, οὐδὲ πρὸς τὸ φάρμακον ἐδυσχέραινεν· ἀλλʼ Ἀθηναῖοι μὲν αὐτὸν οὐχ ἑκόντες |κατεδίκασαν, ὁ δὲ ἀπέθνησκεν ἑκών· ἐλέγχει δὲ τοῦ μὲν τὸ ἑκούσιον, ὅτι ἐξὸν αὐτῷ καὶ χρημάτων τιμήσασθαι, καὶ φεύγειν ἐκκλαπέντι, προείλετο ἀποθανεῖν· τῶν δὲ τὸ ἀκούσιον, μετέγνωσαν γὰρ εὐθύς· οὗ τί ἂν εἴη πάθος δικασταῖς καταγελαστότατον.