Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection a-3
Not analysed yet
Ἐν Τροφωνίου τε μὴν (καὶ γὰρ τοῦτο μαντεῖόν ἐστιν ἐν Βοιωτίᾳ ἥρωος Τροφωνίου περὶ Λεβαδίαν πόλιν) ὁ δεόμενος συγγενέσθαι τῷ δαιμονίῳ, ἐνσκευασάμενος ὀθόνῃ |ποδήρει καὶ φοινικίδι, μάζας τε ἐν χεροῖν ἔχων, εἰσδύεται ὕπτιος κατὰ στομίου στενοῦ· καὶ τὰ μὲν ἰδών, τὰ δὲ ἀκούσας, ἄνεισιν αὖθις ὑποφήτης αὐτάγγελος.