Ancient Greek
Α΄ I (Duebn. VII volg. 37 B 4 Κ 1), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection b
Not analysed yet
Εἰ μὲν γάρ ἐστίν τις χρόνος βίου ἐν τῷ μακρῷ τούτῳ καὶ διηνεκεῖ αἰῶνι ἀδεὴς φιλοσόφου λόγου, οὐθὲν δεῖ τῆς πολυμεροῦς ταύτης καὶ πολυτρόπου μούσης τὲ καὶ ἁρμονίας, ἢ εἴπερ τὰ ἀνθρώπινα εἰς ἓν σχῆμα συνταχθέντα ὁμοίως πρόεισιν, οὔτε εἰς λύπας ἐξ ἡδονῆς, οὔτε εἰς ἡδονὴν ἐκ λύπης μεθιστάμενα, οὔτε πάθος ἀμείβοντα ἐκ πάθους, οὔτε ἄνω καὶ κάτω στρέφοντα καὶ μεταβάλλοντα τὴν ἑκάστου γνώμην·