Ancient Greek
ΙϚ´ XVI (Duebn. XXII vulg. 6), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection b-4
Not analysed yet
‘Ὅτι μὲν πολλοῦ δέω ἀδικεῖν ὑμᾶς, ὦ ἄνδρες Κλαἀπολογία ζομένιοι, εὖ τοῦτο οἶδα· οὔτε γὰρ εἰς χρημάτων λόγον ἐπλημμελεῖσθέ τι ὑπʼ ἐμοῦ, οὔτε τὸ ἐμαυτοῦ μέρος ἀδοξοτέραν ὑμῖν τὴν πόλιν ἐν τοῖς Ἕλλησιν παρασκευάζω· ἔν τʼ αὖ τοῖς πρὸς ἕκαστον ‖ὑμῶν συμβολαιοῖς ἀλυπότατον ἐμαυτὸν παρέχειν οἶμαι καὶ μέτριον, τῶν τε νόμων τῶν κειμένων, καὶ τῆς πολιτείας, ὑφʼ ἦς κοσμούμεθα, οὐκ ἔστιν ὅτου ἐλάττω ἔχω λόγον.