Ancient Greek
Ζ΄ VII (Duebn XIII vulg 41 B 10 K 7), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection d
Not analysed yet
Ὁ δῆμος πλέον ἢ ὁ ἄρχων, καὶ τὸ σῶμα πλέον ἢ ἡ ψυχή· δῆμος ἔμπληκτον, καὶ τὸ σῶμα ὅμοιον· δῆμος πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές, 〈καὶ τὸ σῶμα πολυμερὲς καὶ πολύφωνον καὶ πολυπαθές· 〉δῆμος ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον, καὶ τὸ σῶμα ἐξ ἀνομοίων πολλῶν καὶ παντοδαπῶν συγκεκραμένον· δῆμος χρῆμα ὀξὺ ἐν ὀργαῖς, ἰσχυρὸν ἐν ἐπιθυμίαις, ὑγρὸν ἐν ἡδοναῖς, δύσθυμον ἐν λύπαις, χαλεπὸν ἐν θυμοῖς·