Ancient Greek
ΚΔ΄ XXIV (Duebn. XXX vulg. 14), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection f-3
Not analysed yet
Καὶ περὶ μὲν τῶν ἀδίκων τί χρὴ σκοπεῖν; οὐ γὰρ δέος, μή τις αὐτοῖς προσθῇ ἐπαίνου μοῖραν. ἐπεὶ δὲ οἱ δίκαιοι οὐβουλήσει πολεμοῦσιν, ἀλλὰ ἀνάγκῃ, σωφρονίζοντες τὸ ἄδικον πᾶν, ὥσπερ ὁ Ἡρακλῆς, ἢ ἐπιόντας ἀμυνόμενοι, ὡς τοὺς Μήδους οἱ Ἕλληνες, πότερα δέξοιντο ἂν οἱ αὐτοὶ |οὗτοι, ἀπηλλαγμένοι τῆς τοῦ πολεμεῖν ἀνάγκης, ἀφῃρῆσθαι καὶ τὴν ἐν ὅπλοις ἀρετήν, ἢ σὺν τῷ ἀβουλήτῳ τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἀρετῆς ἔχειν; ἐγὼ μὲν οἶμαι θάτερον, τὸ πρότερον.