Ancient Greek
Λ΄ XXX (Duebn. l volg. 31 B 30α΄), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection f-5
Not analysed yet
Τίς οὖν ἐστιν ὁ κυβερνήτης οὗτος; καὶ τίνι φέροντες ||ἑαυτοὺς ἐπιτρέψομεν; Μήπω με τοῦτο, ὦ τάν, ἔρῃ, πρὶν ἂν τοὺς ἄλλους ἴδῃς καὶ ἐξετάσῃς· καὶ πρῶτόν γε αὐτῶν τὸν ἁβρὸν τοῦτον καὶ ἥδιστον κυβερνήτην ἡδίστης νεὼς τῆσδʼ ἐκ γῆς ἰδεῖν, ἐν δὲ τῷ πλῷ ἀχρειοτάτης καὶ πονηρᾶς ἀεὶ καὶ δυσέργου ταῖς ὑπηρεσίαις, καὶ ἐκτετμημένης τὰ ὄργανα, καὶ πρὸς τὰς τοῦ χειμῶνος ἐμβολὰς ἀσθενεστάτης καὶ ἐνδοσίμου.