Ancient Greek
Μ΄ XL (Duebn XL vulg. 24), Section 2
Maximus of Tyre, Dialexeis 2.Subsection h-2
Not analysed yet
Καὶ ἵνα μὴ περὶ κάλλους σοι μόνον διαλέγωμαι, οὐκ ἀμφισβητεῖ τῷ Ἀχιλλεῖ περὶ ἀνδρείας ὁ Αἴας, οὐδὲ τῷ Αἴαντι ὁ Διομήδης, οὐδὲ τῷ Διομήδει ὁ Σθένελος, οὐδὲ τῷ Σθενέλῳ ὁ Μενεσθεύς· ἀλλʼ οὐδεὶς διὰ τοῦτο τὴν ἀρετὴν ἀφαιρεῖ τοῦ Μενεσθέως διὰ τὸν Σθένελον· οὐδὲ τοῦ Σθενέλου διὰ τὸν Διομήδην, οὔτε τοῦ Διομήδους διὰ τὸν Αἴαντα, οὔτε τοῦ Αἴαντος διὰ τὸν Ἀχιλλέα·