Ancient Greek
ΙΕ´ XV (Duebn XXI vulg. 5 B 18), Section 3
Maximus of Tyre, Dialexeis 3-6
Not analysed yet
Εἴ τις ἡμᾶς παριόντας εἰς τὸν βίον ὥσπερ ἄρχων πόλεως ἢ οἰκιστής, οὐκ εἴα βαδίζειν εἴσω πυλῶν, πρὶν πυθέσθαι τὸ ἑκάστῳ ἔργον, καὶ τίνα ἕκαστος ἥκει χρείαν εἰς κοινὸν φέρων τῇ πόλει, οἶμαι ἂν εἰπεῖν τὸν μὲν οἰκοδόμον, ὅτι λίθους ἐν τάξει διὰ τέχνης ἁρμόσας, πρός τε χειμῶνα καὶ θάλπος ἀποχρῶντα μηχανήσεται τοῖς οἰκοῦσιν ἐρύματα· τὸν δὲ ὑφάντην, ὅτι μίτοις καὶ στημονίοις σύν ὕφει ἐσθήματα ἐργασάμενος, σκέπην ὁμοῦ ποριεῖ καὶ εὐσχημοσύνην τοῖς σώμασιν· τέκτων δὲ ἄροτρον φήσει, ἢ σκίμποδα, ἤ τι ἄλλο τῶν ὅσα ἡ τέχνη παρέχει, ξυνεισφέρειν· καὶ ὁ χαλκεύς, ὅσα χαλκοῦ ἢ σιδήρου δεῖσθαι πολεμιστήριά καὶ εἰρηναῖα τῆς τέχνης ἔργα. Καὶ ὅσα πρὸς ἡδοτε νὴν δημιουργεῖται, καὶ ταῦτα ὡς τὸ εἰκὸς εἰσδέξεται· γραφέας μὲν καὶ δημιουργοὺς ἀγαλμάτων, ἐπὶ εὐφροσύνῃ ὀφθαλμῶν· μυροπώλας δὲ καὶ ἀψοποιούς, χυμῶν καὶ ὀδμῶν δημιουργοὺς γενναίους· καὶ ὅσαι διʼ αὐλημάτων, ἢ διʼ ᾠδῆς, ἢ ψψαλμάτων, χορῶν τὸ τερπνὸν μηχανῶνται τῇ ἀκοῇ. Ἤδη δέ τις καὶ ἐπὶ γελοίου χρείᾳ παρελεύσεται, καὶ ἄλλος ἐπὶ θαυμάτων, καὶ ἄλλος λόγων. Ὁμήρῳ δὲ καὶ τὸ τοῦ Νιρέως κάλλος ὥραν ἔσχεν καὶ ταῦτα ἐν στρατοπέδῳ. Ἀσύμβολος δέ, ὡς ἔπος εἰπεῖν, παρέρχεται οὐδεὶς εἰς τὸν βίον· ἀλλʼ ὁ μὲν χρείαν τινὰ παρεχόμενος, ὁ δὲ τέχνην, ὁ δὲ ἡδονήν.