Ancient Greek
ΚΘ΄ XXIX (Duebn. XXXV vulg. 19), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection a-15
Not analysed yet
Ἔα μοι τοὺς βασιλεῖς καὶ τοὺς δυνάστας. Τὰ δημοτικὰ οὐχ ὁρᾷς; ὡς πᾶς ἀνὴρ πανταχόθεν ἐπὶ ταὐτὸ θεῖ, ὁ μὲν γῆς ἁπτόμενος, ὁ δὲ περὶ θάλατταν πραγματευόμενος, ὁ δὲ περὶ πολέμους ἀσχολούμενος, ὁ δὲ περὶ λόγους σχολὴν ἄγων, ὁ δὲ γάμον λαμβάνων, ὁ δὲ παῖδας τρέφων, ὁ δὲ λῃστεύων, ὁ δὲ ὑβρίζων, ὁ δὲ δωροδοκῶν, ὁ δὲ μοιχεύων, ὁ δὲ μισθοφορῶν· κινδυνώδεις ὁδοὺς καὶ σφαλερὰς οἱ πολλοὶ ἰόντες, ἐπʼ αὐτῶν τῶν κρημνῶν καὶ τῶν βαράθρων· οὓς οἰκτείροι ἄν τις· τοῦτο δὲ οὐκ, ἂν λάθωσιν. Καὶ οὗτοι μὲν σπουδαστικοί τινες τοῖς βίοις· τὸ δὲ ἀργὸν καὶ ἀλύον τοῦτο πλῆθος, ἆρα καὶ τοῦτο προήκατο τὴν τοῦ ἀγαθοῦ ἐλπίδα; οὐδαμῶς μὰ Δία.