Ancient Greek
ΛϚ΄ ΧXXV (Dubn XXXVI vulg. 20), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection b-10
Not analysed yet
περιστάσεων γέμοντα; ἴέρε ἐξ ἑκατέρων ἡκέτω τὶς ἡμῖν ἀνὴρ ἐπὶ διαιτητὴν τὸν λόγον· ὁ δὲ αὐτῶν ἐρέσθωο ἐκὄτερον, καὶ πρῶτον γε τὸν πρῶτον, τὸν γυμνὸν ἐκεῖνον καὶ ἄοικον καὶ ἄτεχνον, τὸν πάσης τῆς γῆς πολίτην καὶ ἐφέστιον· ἐρέσθω δὲ ἀντιτιθεὶς αὐτῷ τὸν τοῦ δευτέρου βίον καὶ τρόπον, πότερα αἱρεῖται μένειν ἐν τῇ πρόσθεν τροφῇ καὶ ἐλευθερίᾳ, ἢ τὰς τοῦ δευτέρου ἡδονὰς λαβὼν σύν ταύταις καὶ |τὰ λυπηρὰ ἔχειν; Ἴω δὴ μετὰ τοῦτον ὁ ἕτερος· ἀντιτιθέτω δὲ αὐτῷ ὁ c δικαστὴς τὴν τοῦ προτέρου δίαιταν καὶ ἐλευθερίαν· καὶ ἐρέσθω, πότερα αἱρεῖται τὰ αὐτοῦ ἔχειν, ἢ μετατίθεται καὶ μετοικίζεται ἐπὶ τὸν εἴρηναῖον ἐκεῖνον βίον