Ancient Greek
Η΄ VIII (Duebn. XIV vulg. 26 B 11 Κ 8), Section 3
Maximus of Tyre, Dialexeis 3.Subsection b-3
Not analysed yet
εἰ δὲ ἀνὴρ φύσει τὲ κεχρημένος γενναιοτάτῃ, καὶ παιδεία σωφρονεστάτῃ, καὶ φιλοσοφίᾳ ἀληθεστάτῃ, καὶ τύχῃ δεξιωτάτῃ, συγγίγνεσθαι δαιμονίῳ ἠξιώθη πρὸς τοῦ θεοῦ, θαυ τῷ μαστὸν δοκεῖ καὶ ἄπιστον, καὶ τοῦτο, ὅσον αὐτῷ ἱκανὸν εἶναι, χρησμῳδεῖν οὐκ Ἀθηναίοις, μὰ Δία, περὶ τῶν Ἑλληνικῶν κακῶν βουλευομένοις, οὐδὲ Λακεδαιμονίοις περὶ στρατείας μαντευομένοις, οὐδὶ εἰ τις Ὀλυμπίαζε ἀγωνιούμενος περὶ νίκης ἠρώτα, οὐδʼ εἴ τις εἰς δικαστήριον κα |θιστάμενος, εἰ αἱρήσει, διεπυνθάνετο, οὐδʼ εἴ τις ἤρα χρημάτων, εἰ πλουτήσει, οὐδὲ ἄλλό τι τῶν ἐπὶ μηδεμιᾷ προφάσει ἀξιόχρεῳ πραγματευομένων, ὑπὲρ ὧν ὁσημέραι ἐνοχλοῦσιν οἱ ἄνθρωποι τοὺς θεούς·